20
σφόδρα δ’ ἔγωγε θαυμάζω τί ἂν ἐποιήσαμεν, εἰ μὴ καὶ τοῦ βίου τὸ ἐλάχιστον παρὰ τῶν θεῶν μέτρον εἴχομεν, οἵπερ καὶ νῦν ὥσπερ εἰς τὸν αἰῶνα παρασκευαζόμενοι πλέον ἄλλος ἄλλου φιλοτιμούμεθα ἔχειν. ὥσπερ οὖν εἴ τις εἰδὼς ὅτι ἢ δὔ ἢ τριῶν ἡμερῶν, ἐὰν πλεῖστος διαγένηται χρόνος, ἔχει πλοῦν, ἔπειτα δὲ ἐνιαυτοῦ σῖτα ἐμβάλοιτο, ἀνόητος δόξει, τὸν αὐτὸν τρόπον, εἴ τις ἐπιστάμενος ὅτι πλείω τῶν ἑβδομήκοντα ἐτῶν οὐκ ἂν βιώσειεν, εἰς ἔτη χίλια πορίζοιτο βίον ἴσως οὐχ ὁμοίως ἂν εἴη μαινόμενος; ἔνιοι μὲν γὰρ τοσαῦτα παρασκευάζονται, ὡς, εἴ γ’ ἔπλεον, εὐθὺς ἂν καταδῦναι τὴν ναῦν.
21
καὶ νὴ Δία γε συμβαίνει μυρίοις. εἶεν· εἰ δὲ δή τις ἐφ’ ἑστίασιν κεκληκὼς δέκα ἀνθρώπους ἢ πεντεκαίδεκα, τούτους αὐτὸν ἐμπλῆσαι δέον, ὁ δὲ πεντακοσίοις ἢ χιλίοις ἑτοιμάζοι τροφήν, οὐ παντελῶς ἐξεστάναι δόξει; τοιγαροῦν καὶ ἡμεῖς εἰδότες τὰς τοῦ σώματος χρείας εὐαριθμήτους τινάς ʽἐσθῆτος γὰρ οἶμαι καὶ σκέπης καὶ τροφῆς δεόμεθἀ, ἔπειτα κατατεινόμεθα ὥσπερ στρατοπέδῳ τὰ ἐπιτήδεια συνάγοντες ʽκαὶ νὴ Δία γε εἰκότως· οἱ γὰρ πολλοὶ βόσκουσι παρ’ ἑαυτοῖς τῶν ἐπιθυμιῶν στρατόπεδον’ καὶ ἐσθῆτα μὲν οὐδεὶς βούλεται μείζω τοῦ σώματος ἔχειν, ὡς δύσχρηστον ὄν· οὐσίαν δὲ τῷ παντὶ μείζω τῆς χρείας ἔχειν ἅπαντες ἐπιθυμοῦσιν, οὐκ εἰδότες ὅτι τοῦτο ἐκείνου χαλεπώτερον.