44
τοῦ γὰρ ποιμένος οὐκ ἄλλο τι ἔργον ἢ πρόνοια καὶ σωτηρία καὶ φυλακὴ προβάτων. καίτοι ἐνίοτε πολλὰ πρόβατα ἐλαύνει μάγειρος εἷς ὠνησάμενος ὥστε κατακόπτειν οὐ μὰ Δία καὶ σφάττειν καὶ δέρειν. ἀλλὰ πλεῖστον διαφέρει μαγειρική τε καὶ ποιμενική, σχεδὸν ὅσον βασιλεία τε καὶ τυραννίς.
45
ὅτε γοῦν Ξέρξης καὶ Δαρεῖος ἄνωθεν ἐκ Σούσων ἤλαυνον πολὺν ὄχλον Περσῶν τε καὶ Μήδων καὶ Σακῶν καὶ Ἀράβων καὶ Αἰγυπτίων δεῦρο εἰς τὴν Ἑλλάδα ἀπολούμενον, πότερον βασιλικὸν ἢ μαγειρικὸν ἔπραττον ἔργον λείαν ἐλαύνοντες κατακοπησομένην;
46
καὶ ὁ Ἀλέξανδρος, Σοί, ἔφη, ὡς ἔοικεν, οὐ δοκεῖ βασιλεὺς εἶναι οὐδὲ ὁ μέγας βασιλεύς; καὶ ὁ Διογένης μειδιάσας, Οὐ μᾶλλον, εἶπεν, ὦ Ἀλέξανδρε, ἢ ὁ σμικρὸς δάκτυλος. οὐδʼ ἄρα ἐγώ, ἔφη, καταλύσας ἐκεῖνον μέγας βασιλεὺς ἔσομαι;
47
οἰ τούτου γε ἕνεκα, εἶπεν ὁ Διογένης. οὐδὲ γὰρ τῶν παίδων ὁ νικήσας, ὅταν παίζωσιν, ὡς αὐτοί φασι, βασιλέας, τῷ ὄντι βασιλεύς ἐστιν. οἱ μέντοι παῖδες ἴσασιν ὅτι ὁ νενικηκὼς καὶ λεγόμενος βασιλεὺς σκυτοτόμου υἱός ἐστιν ἢ τέκτονος, καὶ δεῖ μανθάνειν αὐτὸν τὴν τοῦπατρὸς τέχνην· ὁ δὲ ἀποδρὰς παίζει μεθʼ ἑτέρων, καὶ τότε μάλιστα οἴεται σπουδάζειν ἐνίοτε δὲ καὶ δοῦλος καταλιπὼν τὸν δεσπότην.