30
εὐγενεῖς ἐκλήθησαν. τούτου δὲ σημεῖον σαφέστατον· ἐπὶ γὰρ τῶν ἀλεκτρυόνων καὶ τῶν ἵππων καὶ τῶν κυνῶν διέμεινε τὸ ὄνομα, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων εἶχε τὸ παλαιόν. ὁ γὰρ ἵππον θεασάμενος θυμοειδῆ καὶ γαῦρον καὶ πρὸς δρόμον εὖ ἔχοντα, οὐ πυθόμενος εἴτε ἐξ Ἀρκαδίας ὁ πατὴρ αὐτοῦ ἔτυχεν ὢν εἴτε ἐκ Μηδίας εἴτε Θετταλός, φησὶν εὐγενῆ τὸν ἵππον αὐτὸν κρίνων. ὁμοίως δὲ ὃς ἂν ἔμπειρος ᾖ κυνῶν, ἐὰν κύνα ἴδῃ ταχεῖαν καὶ πρόθυμον καὶ συνετὴν περὶ τὸ ἴχνος, οὐθὲν ἐπιζητεῖ πότερον ἐκ Καρῶν τὸ γένος ἢ Λάκαινα ἢ ἀλλαχόθεν ποθέν, ἀλλά φησι γενναίαν τὴν κύνα· τὸ αὐτὸ δὲ τοῦτο ἐπ’ ἀλεκτρυόνος καὶ τῶν ἄλλων ζῴων.
31
οὐκοῦν δῆλον ὅτι καὶ ἐπ’ ἀνθρώπων οὕτως ἔχοι ἄν. ὥστε ὃς ἂν ᾖ πρὸς ἀρετὴν καλῶς γεγονώς, τοῦτον προσήκει γενναῖον λέγεσθαι, κἂν μηθεὶς ἐπίστηται τοὺς γονέας αὐτοῦ μηδὲ τοὺς προγόνους. ἀλλὰ μὴν οὐχ οἷόν τε γενναῖον μὲν εἶναί τινα, μὴ εὐγενῆ δὲ τοῦτον, οὐδ’ εὐγενῆ ὄντα μὴ ἐλεύθερον εἶναι· ὥστε καὶ τὸν ἀγεννῆ πᾶσα ἀνάγκη δοῦλον εἶναι. καὶ γὰρ δὴ εἰ τὸ τῆς ἐλευθερίας καὶ τὸ τῆς δουλείας ἔθος ἦν ἐπί τε ἵππων λέγεσθαι καὶ ἀλεκτρυόνων καὶ κυνῶν, οὐκ ἂν ἄλλους μὲν γενναίους εἶναι ἐλέγομεν, ἄλλους δὲ ἐλευθέρους, οὐδὲ ἄλλους μὲν δούλους, ἄλλους δὲ ἀγεννεῖς.
32
ὁμοίως δὴ καὶ ἐπ’ ἀνθρώπων οὐκ ἄλλους μὲν εἰκός ἐστι γενναίους καὶ εὐγενεῖς λέγειν, ἄλλους δὲ ἐλευθέρους, ἀλλὰ τοὺς αὐτούς, οὐδὲ ἄλλους μὲν ἀγεννεῖς καὶ ταπεινούς, ἄλλους δὲ δούλους. καὶ οὕτω δὴ ἀποφαίνει ὁ λόγος οὐ τοὺς φιλοσόφους μεταφέροντας τὰ ὀνόματα, ἀλλὰ τοὺς πολλοὺς τῶν ἀνοήτων ἀνθρώπων διὰ τὴν ἀπειρίαν.
(66)ΠΕΡΙ ΛΥΠΗΣ.