16
ἐπεὶ καὶ τῶν νῦν τῶν ἐνθάδε δουλευόντων οὐκ ἀπογιγνώσκω πολλοὺς εἶναι ἐλευθέρους. οὐ γὰρ ἐὰν μὲν Ἀθηναίων τις ἁλοὺς κατὰ πόλεμον εἰς Πέρσας ἀπαχθῇ ἢ καὶ νὴ Δία ἐὰν εἰς Θρᾴκην ἢ Σικελίαν ἀχθεὶς ἀπεμποληθῇ, φήσομεν ἐλεύθερον ὄντα δουλεύειν· ἐὰν δὲ Θρᾳκῶν τις ἢ Περσῶν μὴ μόνον ἐξ ἐλευθέρων γεγονὼς ἐκεῖ δεῦρο ἀχθῇ, ἀλλὰ καὶ δυνάστου τινὸς ἢ βασιλέως υἱός, οὐχ ὁμολογήσομεν ἐλεύθερον εἶναι.
17
οὐκ οἶσθα τὸν Ἀθήνησιν, ἔφη, νόμον, παρὰ πολλοῖς δὲ καὶ ἄλλοις, ὅτι τὸν φύσει δοῦλον γενόμενον οὐκ ἐᾷ μετέχειν τῆς πολιτείας; τὸν δὲ Καλλίου υἱόν, εἴπερ ὄντως ἐσώθη τότε ἁλούς, ἀφικόμενον ἐκ Θρᾴκης, συχνὰ ἔτη γεγονότα ἐκεῖ καὶ πολλάκις μεμαστιγωμένον οὐδεὶς ἂν ἠξίου τῆς πολιτείας ἀπελαύνειν· ὥστε ἐνίοτε καὶ ὁ νόμος οὔ φησι δούλους γεγονέναι τοὺς ἀδίκως δουλεύσαντας.
18
τί δὲ καὶ ποιοῦντά με ἐπίστασαι πρὸς θεῶν ἢ τί πάσχοντα, ὅτι με φῂς ἐπίστασθαι δουλεύοντα; Τρεφόμενον ἔγωγε ὑπὸ τοῦ δεσπότου καὶ ἀκολουθοῦντα ἐκείνῳ καὶ ποιοῦντα ὅ,τι ποτ̓ ἐκεῖνος προστάττοι· εἰ δὲ μή, παιόμενον. Οὕτως μέν, ἔφη, καὶ τοὺς υἱοὺς ἀποφαίνεις δούλους τῶν πατέρων. καὶ γὰρ ἀκολουθοῦσι πολλοῖς τῶν πενήτων καὶ εἰς γυμνάσιον βαδίζουσι καὶ ἐπὶ δεῖπνον, καὶ τρέφονται πάντες ὑπὸ τῶν πατέρων καὶ παίονται πολλάκις ὑπ’ αὐτῶν, καὶ πείθονται ὅ,τι ἂν ἐκεῖνοι προστάττωσιν αὐτοῖς.