13
Τὸ μὲν τοίνυν, ἔφη, τοῦ γένους καὶ τὸ τῶν προγόνων ἐῶμεν, ἐπειδὴ οὕτω σοι δοκεῖ ἀστάθμητον εἶναι· ἴσως γάρ τοι ἀναφανήσῃ ὥσπερ Ἀμφίων καὶ Ζῆθος καὶ Ἀλέξανδρος ὁ Πριάμου γεγονώς. ἀλλὰ σέ γε αὐτὸν πάντες ἐπιστάμεθα δουλεύοντα. Τί δέ; εἶπε, δοκοῦσί σοι πάντες οἱ δουλεύοντες ἀλλὰ οὐ πολλοὶ αὐτῶν ἐλεύθεροι ὄντες καὶ ἀδίκως; ὧν τινες ἤδη καὶ εἰς δικαστήριον εἰσελθόντες ἀπέδειξαν ἐλευθέρους ὄντας ἑαυτούς, οἱ δέ τινες καὶ ἀνέχονται μέχρι παντός, οὐκ ἔχοντες ἀποδεῖξαι φανερῶς περὶ τῆς ἐλευθερίας ἢ οἷς ἂν μὴ χαλεποὶ ὦσιν οἱ λεγόμενοι αὐτῶν δεσπόται.
14
ἐπεὶ φέρε, Εὔμαιος, ὁ Κτησίου τοῦ Ὀρμένου ἀνδρὸς πάνυ ἐλευθέρου καὶ πλουσίου παῖς, οὐκ ἐδούλευεν ἐν Ἰθάκῃ παρ’ Ὀδυσσεῖ καὶ Λαέρτῃ; καὶ ἐνὸν αὐτῷ ἀποπλεῦσαι πολλάκις οἴκαδε, εἰ ἐβούλετο, οὐδέποτε ἠξίωσε. τί δέ; Ἀθηναῖοι πολλοὶ τῶν ἐν Σικελίᾳ ληφθέντων οὐκ ἐδούλευον ἐν Σικελίᾳ καὶ ἐν Πελοποννήσῳ ἐλεύθεροι ὄντες, καὶ ἐν ἄλλαις πολλαῖς μάχαις οἱ αἰεὶ αἰχμάλωτοι γιγνόμενοι οἱ μὲν χρόνον τινά, ἕως ἂν εὕρωσι τοὺς λυσομένους, οἱ δὲ μέχρι παντός;
15
ὁπότε καὶ ὁ Καλλίου υἱὸς ἔδοξε δουλεῦσαι πολὺν χρόνον ἐπὶ Θρᾴκης μετὰ τὴν μάχην, ἣν Ἀθηναῖοι περὶ Ἄκανθον ἡττήθησαν· ὥστε καὶ ὕστερον διαφυγὼν καὶ ἀφικόμενος ἠμφισβήτει τοῦ κλήρου τοῦ Καλλίου καὶ πολλὰ πράγματα παρεῖχε τοῖς ξυγγενέσιν, ἐκεῖνος μὲν οἶμαι ψευδόμενος ʽἦν γὰρ οὐχ υἱός, ἀλλ’ ἱπποκόμος Καλλίου, τὴν δὲ ὄψιν ὅμοιος τῷ τοῦ Καλλίου μειρακίῳ, ὃ ἔτυχεν ἐν τῇ μάχῃ τελευτῆσαν· ἔτι δὲ ἡλλήνιζεν ἀκριβῶς καὶ γράμματα ἠπίστατὀ, ἀλλὰ ἕτεροί γε μυρίοι τοῦτο πεπόνθασιν·