35
τούτων δʼ αἱ μὲν ἄφθογγοι καὶ σιωπῶσαι μόναι αὐταὶ ἐξαπατῶνται, αἱ δὲ προπετέσταται καὶ ἀνοητόταται μιμούμεναι τὰς πρώτας θορυβοῦσι καὶ φιλοτιμοῦνται ἄλλας ἐξαπατᾶν, τοιοῦτον εὕροις ἂν καὶ περὶ τοὺσκαλουμένους σοφιστάς πολὺν ὄχλον ἐνίοτε συνεπόμενον ἀνθρώπων ἠλιθίων· καὶ γνώσῃ ὅτι οὐδὲν διαφέρει σοφιστὴς ἄνθρωπος εὐνούχου ἀκολάστου.
36
καὶ ὃς ἀκούσας ἐθαύμασε κατὰ τί τὸν σοφιστὴν εὐνούχῳ παρέβαλεν, καὶ ἤρετο αὐτόν. ὅτι, εἶπε, τῶν εὐνούχων φασὶν οἱ ἀσελγέστατοι ἄνδρες εἶναι καὶ ἐρᾶν τῶν γυναικῶν, καὶσυγκαθεύδουσιν αὐταῖς καὶ ἐνοχλοῦσι, γίγνεται δʼ οὐδὲν πλέον, οὐδʼ ἂν τάς τε νύκτας καὶ τὰς ἡμέρας συνῶσιν αὐταῖς.
37
καὶ παρὰ τοῖς σοφισταῖς οὖν πολλοὺς εὑρήσεις γηράσκοντας ἀμαθεῖς, πλανωμένους ἐν τοῖς λόγοις πολὺ κάκιον ἢ τὸν Ὀδυσσέα φησὶν Ὅμηρος ἐν τῇ θαλάττῃ, καὶ πρότερον εἰς ᾅδου ἂν ἀφίκοιτο, ὥσπερ ἐκεῖνος, ἢ γένοιτο ἀνὴρ ἀγαθὸς λέγων τε καὶ ἀκούων.
38
καὶ σύ, ἐπείπερ οὕτω πέφυκας, ἐὰν τύχῃς ἐπισταμένου ἀνδρός, ἱκανή σοί ἐστι μία ἡμέρα πρὸς τὸ συνιδεῖν τὸ πρᾶγμα καὶ τὴν τέχνην, καὶ οὐδὲν ἔτι δεήσῃ ποικίλων σοφισμάτων ἢ λόγων· ἐὰν δὲ μὴ τύχῃς διδασκάλου τοῦ Διὸς ἢ ἄλλου τοιούτου, ταχὺ καὶ σαφῶς φράζοντος ἃ δεῖ ποιεῖν,οὐδέν σοι πλέον, οὐδὲ ἂν ὅλον κατατρίψῃς τὸν βίον ἀγρυπνῶν τε καὶ ἀσιτῶν παρὰ τοῖς κακοδαίμοσι σοφισταῖς.