10
τί δή; ἆρά γε συμφέρει τῷ δεσπότῃ τὸ τεθνάναι τὸν οἰκέτην ἢ νοσεῖν ἢ πονηρὸν εἶναι; οὐδεὶς ἂν εἴποι, ἀλλὰ τοὐναντίον οἶμαι τό τε ζῆν καὶ ὑγιαίνειν καὶ χρηστὸν εἶναι. τὰ αὐτὰ δὲ ταῦτα φανεῖται καὶ τῷ οἰκέτῃ συμφέροντα· ὥστε καὶ τῷ οἰκέτῃ ὁ δεσπότης οὐδὲν ἧττον, ἄνπερ ἔχῃ νοῦν, τὰ συμφέροντα ἐκείνῳ προστάξει· ταῦτα γὰρ καὶ αὐτῷ φαίνεται συμφέρειν.
11
ἀλλὰ ὑπὲρ ὅτου ἄν τις ἀργύριον καταβάλῃ, οὗτος ἐξ ἀνάγκης δοῦλός ἐστιν. οὔκουν πολλοὶ περὶ πολλῶν καὶ ἐλευθέρων καταβεβλήκασιν ἀργύριον, οἱ μὲν πολεμίοις, οἱ δὲ λῃσταῖς λύτρα διδόντες, οἱ δέ τινες τὴν αὑτῶν τιμὴν καταβεβλήκασι τοῖς δεσπόταις; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι αὐτῶν.
12
ἀλλὰ μὴν ὃν ἂν ἐξῇ ἑτέρῳ μαστιγῶσαι καὶ δῆσαι καὶ ἀνελεῖν καὶ ἄλλο ὅ,τι ἂν βούληται ἐργάσασθαι, οὗτος ἐκείνου δοῦλός ἐστιν. τί δέ; οὐκ ἔξεστι τοῖς λῃσταῖς ταῦτα ποιεῖν τοὺς ληφθέντας; καὶ οὐδὲν ἧττον οὐ δοῦλοί εἰσιν. τί δέ; τοῖς δικασταῖς οὐκ ἔξεστι τιμᾶν καὶ δεσμοῦ καὶ θανάτου καὶ ἄλλου ὅτου ἂν βούλωνται πολλοῖς τῶν κρινομένων; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι. εἰ δὲ μίαν ἡμέραν, ἐν ᾗ κρίνεται ἕκαστος, οὐδὲν τοῦτο· καὶ γὰρ μίαν ἡμέραν ἤδη τις λέγεται γενέσθαι δοῦλος.