9
τί γὰρ ἦν ἡ Κνωσίων εἱρκτὴ καὶ τὸ τοῦ Λαβυρίνθου σκολιὸν πρὸς τὴν σκολιότητα καὶ τὸ δυσεύρετον τῆς ἀφροσύνης; τί δ’ ἡ Σικελικὴ φρουρὰ τῶν Ἀττικῶν αἰχμαλώτων, οὓς εἰς πέτραν τινὰ ἐνέβαλον; τί δ’ ὁ Λακώνων Κεάδας καὶ τὸ παρὰ Πέρσαις οἴκημα μεστὸν τέφρας, ἢ νὴ Δία εἴ τινας κόρας χαλεποὶ πατέρες, ὡς ὁ τῶν ποιητῶν λόγος, ʽχαλκέων περιβόλων’ ἐφρούρησαν ʽεἱρκταῖσ̓. οὐδ’ ἐγὼ νήφειν ἐν τοῖς λόγοις ἔτι μοι δοκῶ τῶν ἀνθρωπίνων συμφορῶν μνησθεὶς ἐπὶ πλέον καὶ τῆς αἰσχρᾶς καὶ δυσχεροῦς δουλείας, λείας, ἣν δεδούλωσθε πάντες· ὅθεν οὐ νημάτων ἔστι λεπτῶν εὐπορήσαντας ἐξελθεῖν βοηθείᾳ κόρης ἄφρονος, ὥσπερ ἐκεῖνον Θησέα φασὶν ἐκ Κρήτης σωθῆναι, εἰ μή τις αὐτῆς οἶμαι τῆς Ἀθηνᾶς παρισταμένης καὶ σῳζούσης ἅμα.
10
εἰ γὰρ ἐθέλοιμι πάσας εἰπεῖν τὰς εἱρκτὰς καὶ τὰ δεσμὰ τῶν ἀνοήτων τε καὶ ἀθλίων ἀνθρώπων οἷς ἐγκλείσαντες αὑτοὺς ἔχετε, μὴ σφόδρα ὑμῖν ἀπηνής τε καὶ φαῦλος δόξω ποιητής, ἐν οἰκείοις τραγῳδῶν πάθεσιν. οὐ γὰρ μόνον, ὡς οἱ δόξαντες ὑμῖν κακοῦργοι πιέζονται, τραχήλου τε καὶ χειρῶν καὶ ποδῶν, ἀλλὰ καὶ γαστρὸς καὶ τῶν ἄλλων μερῶν ἑκάστου ἰδίῳ δεσμῷ τε καὶ ἀνάγκῃ κατειλημμένοι εἰσὶ ποικίλῃ τε καὶ πολυτρόπωι· καί μοι δοκεῖ τις ἂν ἰδὼν τῇ ὄψει τερφθῆναί τε καὶ σφόδρα ἄγασθαι τὴν ἐπίνοιαν.