34
καίτοι τί ποτε βούλονται τῶν μακαρίων τινὲς θεραπεύεσθαι πρὸς ἀνθρώπων ἐλευθέρων εἶναι φασκόντων καὶ τοὺς καλουμένους φιλοσόφους ἐπὶ θύραις αὑτῶν ὁρᾶσθαι ταπεινοὺς καὶ ἀτίμους, καὶ μὴ καθάπερ ἡ Κίρκη ἐβούλετο τὴν οἴκησιν αὐτῆς φυλάττεσθαι ὑπὸ λεόντων δειλῶν καὶ κατεπτηχότων; οὔκουν οὐδὲ ἐκεῖνοι λέοντες ὄντες ἐφύλαττον αὐτήν, ἀλλὰ δύστηνοι ἄνθρωποι καὶ ἀνόητοι, διεφθαρμένοι διὰ τρυφὴν καὶ ἀργίαν.
35
οὐκοῦν ὅταν ἴδῃ τις τῶν φιλοσόφων τινὰ καλουμένων περὶ τὰς αὐλὰς καὶ πρόθυρα σαίνοντα καὶ ταπεινὸν ἐκείνων ἄξιον ἀναμνησθῆναι τῶν λεόντων, κυσὶν ὁμοίων πεινῶσι καὶ δειλοῖς, ὠρυομένων ὀξύτατον, ἅτε ὑπὸ φαρμάκων διεφθαρμένων. ἀλλὰ δή ἐστιν οὐκ οἶδ’ ὁποῖόν τι ἡ τοιαύτη ἐπιθυμία. μυρίοι μὲν γάρ εἰσιν, οἵ ἑκόντες καὶ πάνυ προθύμως θεραπεύουσι τοὺς πλουσίους καὶ δυνατοὺς καὶ μεστὰ πάντα κολάκων ἐστὶ τῶν μετ’ ἐμπειρίας καὶ τέχνης αὐτὸ πραττόντων.
36
ὥστε οὐκ ἀπορίᾳ τοῦδε τοῦ χρήματος ζητοῦσι παρὰ τῶν οὐ πεφυκότων, ἀλλ’ ἔστιν ὅμοιον τοῦτο ἑτέρῳ ἐπιχειρήματι τῶν σφόδρα ἀκολάστων, οἵ γυναικῶν ἀφθόνων οὐσῶν δι’ ὕβριν καὶ παρανομίαν ἐπιθυμοῦσιν ἐκ τῶν ἀνδρῶν γυναῖκας σφίσι γενέσθαι καὶ λαβόντες παῖδας ἐξέτεμον. ὅθεν πολὺ κάκιον καὶ δυστυχέστερον γένος εὐνούχων ἐγένετο, ἀσθενέστερον τοῦ γυναικείου καὶ θηλύτερον.