28
ἀλλὰ μὴν οὐδ’ ἡδονάς τινας σίτων ἢ ἀφροδισίων ἢ γυναικὸς κάλλος ἢ παιδὸς ὥραν τεθαυμακὼς καὶ τούτων ἐπιθυμῶν καὶ μεγάλα ἡγούμενος, εὐδαιμονίζοι ἂν τοὺς τυγχάνοντας αὐτῶν, σατράπας καὶ δυνάστας καὶ νὴ Δία βαναύσους τινὰς καὶ οἰκότριβας, πεπλουτηκότας τοὺς μὲν ἀπὸ τῆς τέχνης, τοὺς δὲ τὰ τῶν δεσποτῶν ὑφαιρουμένους· αὑτὸν δὲ οἰκτείροι τῆς ἀπορίας τε καὶ ἐρημίας τούτων τῶν ἀγαθῶν καὶ ἡγοῖτο οὐ τῶν εὐτυχῶν· διὰ δὲ τοῦτο ἐκείνοις φθονοῖ καὶ ἐπιβουλεύοι πάντα τρόπον καὶ εὔχοιτ’ ἂν ἀπολέσθαι αὐτούς.
29
ἢ καὶ συγχωρήσωμεν τὸν γενναῖον ἄνδρα καὶ μεγαλόφρονα τὸ τῶν κυνῶν τε καὶ ἵππων καὶ ἄλλων θηρίων πεπονθέναι πάθος, ἃ οὐ δύναται κατέχειν ἑτέρων ἐμπιμπλαμένων τε καὶ ὀχευόντων, ἀλλὰ χαλεπαίνει καὶ ἀγανακτεῖ καὶ ὀργίζεται τοῖς ἀπολαύουσι καὶ ἕτοιμα ἐπιπηδᾶν καὶ δάκνειν καὶ κυρίττειν καὶ πάντα τρόπον ἀλλήλοις πολεμεῖν ἔτι περὶ τῶν ἡδονῶν· κἀκεῖνον οὕτως ἔχειν φῶμεν, ὡς ὁμολογοῦντα τούτων εἶναί τι σπουδαῖον καὶ τὸν Σαρδανάπαλλον ἡγούμενον ζηλωτόν, ὃς ἔφη διατελέσαι τὸν βίον εὐωχούμενός τε καὶ ὑβρίζων μετὰ εὐνούχων καὶ γυναικῶν, καὶ διὰ τοῦτο ζηλοτυπεῖν αὐτὸν τὴν τῶν τράγων τε καὶ ὄνων εὐδαιμονίαν; —