21
ἀλλὰ εἰς μὲν αὔλησιν καὶ κιθαρῳδίαν καὶ τὸ περιεῖναι παλαίοντα ἢ πυκτεύοντα τῶν ἄλλων ἁπάντων οὐδαμῶς ὁ τῶν ἐπισταμένων ἔπαινος ἥδιστος τοῖς εἰδόσι καὶ πλείστης σπουδῆς ἄξιος· εἰς δὲ φρόνησιν καὶ δικαιοσύνην καὶ ξύμπασαν ἀρετὴν ἱκανὸς εὐφρᾶναι τὸν νοῦν ἔχοντα καὶ ἀποπληρῶσαι τὴν διάνοιαν ὁ τῶν ἠλιθίων καὶ τῶν ἐπιτυχόντων; —
22
Οὐδαμῶς. — Δ. Καὶ πότερον οἴει τὸν ἔμπειρον τῆς τεκτονικῆς τέχνης, εὐθύ τι ἐργάσασθαι βουλόμενον, ἑνὶ προσαρμόσαντα κανόνι καὶ μιᾷ στάθμῃ σταθμησάμενον ἥδιον ἔχειν καὶ πεποιθέναι περὶ τῆς ὀρθότητος μᾶλλον ἢ πολλοῖς τε καὶ ἀνωμάλοις ξύλοις ἀπευθύνοντα καὶ καταμετροῦντα; φέρε πρὸς Διός, ἆρα ἀκήκοας ζωγράφου χαρίεντος ἔργον, γραφήν τινα προθέντος εἰς τὸ φανερὸν ἵππου θαυμαστήν τε καὶ ἀκριβῶς ἔχουσαν;
23
φασὶ γὰρ αὐτὸν κελεῦσαι παραφυλάττειν τὸν παῖδα τοὺς ὁρῶντας, εἰ ψέγοιεν ἢ ἐπαινοῖεν, καὶ μνημονεύσαντα ἀπαγγεῖλαι πρὸς αὐτόν. τῶν δὲ ἕκαστον ἄλλον ἄλλο τι λέγειν περὶ τῆς γραφῆς καὶ αἰτιᾶσθαι, τὸν μέν τινα οἶμαι τὴν κεφαλήν, τὸν δὲ τὰ ἰσχία, τὸν δὲ περὶ τῶν σκελῶν, ὡς, εἰ τοιαῦτα ἐγεγόνει, πολὺ κάλλιον ἂν εἶχεν. ἀκούσαντα δὲ τὸν γραφέα τοῦ παιδός, ἐργασάμενον ἄλλην γραφὴν κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ ἐπίνοιαν, κελεῦσαι θεῖναι παρὰ τὴν πρότερον. εἶναι οὖν πολὺ τὸ διαφέρον· τὴν μὲν γὰρ ἀκριβέστατα ἔχειν, τὴν δὲ αἴσχιστα καὶ γελοιότατα καὶ πᾶσι μᾶλλον ἢ ἵππῳ ἐοικέναι.