14
ἀλλὰ δὴ τοῖς μὲν ἄλλοις σχεδὸν οὐκ ἀεὶ βέλτιον, ὅ φησι βούλεσθαι αὐτοὺς Ἡσίοδος, μόνοις δὲ τοῖς κεραμεῦσι καὶ μαγείροις τε καὶ βαφεῦσι καὶ πορνοβοσκοῖς. οὐκοῦν ἡ ζηλοτυπία καὶ ὁ φθόνος καὶ τὸ μηδένα ἄλλον ἐθέλειν πράττειν τὸ αὐτὸ ἔργον μαγειρικόν τε καὶ βαφικὸν καὶ κεραμευτικὸν καὶ ἔτι μᾶλλον πορνοβοσκοῖς προσῆκον ἤπερ ἰατροῖς τε καὶ κυβερνήταις ἢ ἄλλο τι σπουδαιότερον πράττουσιν. εἶεν· ἀλλ’ εἰ κυβερνήταις τε καὶ ἰατροῖς καὶ οἷς νῦν δὴ ἐλέγομεν οὐ βέλτιον ἐν σπάνει τῶν ὁμοτέχνων ζῆν, ἦπου τοῖς γε φρονίμοις καὶ σοφοῖς ἀνδράσι λῷόν τε καὶ ἄμεινον ὁρᾶσθαι μόνοις; — Οὐδαμῶς.
15
— Δ. Ὅτι πρὸς τῷ μεγαλόφρων τε εἶναι καὶ ἄλυπος ὁ νοῦν ἔχων καὶ φιλάνθρωπος καὶ τὴν ἀρετὴν ἐπίστασθαι συμφέρουσαν αὐτῷ τήν τε αὑτοῦ καὶ τὴν τῶν πέλας καὶ μηδέποτε ἂν ὑπὲρ τούτων μηδένα μηδὲ τῶν φαυλοτέρων ἄλλον ἄλλῳ φθονεῖν, ἃ κοινὰ ὑπάρχει πᾶσιν ἀγαθά· πρὸς τούτοις πᾶσιν οὐδὲ τῶν ἄλλων, ἐφ’ οἷς ὅ τε φθόνος γίγνεται καὶ τὸ βασκαίνειν ἀλλήλοις τοὺς πολλοὺς, οὔτε θαυμάζει τὸ παράπαν οὐδὲν οὔτε ἄξιον σπουδῆς νενόμικεν, οἷον δὴ χθὲς περὶ πλούτου ἐλέγομεν.
16
ὥστε οὐδ’ ἂν φθονήσειεν οὐδενὶ χρυσοῦ ἢ ἀργύρου ἢ βοσκημάτων ἢ οἰκίας ἢ ἄλλου τῶν τοιούτων, ὑπὲρ ὧν ἐλέγομεν· ὥς φησιν ἕτερος ποιητής, οὐχ αὑτοῦ γνώμην ἀποφαινόμενος, ἀλλὰ τὴν τῶν ἀνθρώπων ἐξηγούμενος δόξαν· οἷσίν τ’ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται· ὡς μόνον καλουμένων αὐτῶν ἀφνειῶν, ἀλλ’ οὐκ ὄντων κατ’ ἀλήθειαν.