7
ἀλλὰ κυβερνήτης γε οἶμαι κυβερνήτην οὐκ ἂν ἥδοιτο ὁρῶν συμπλέοντα αὑτῷ. — Δ. Πότερον ὅταν χειμὼν ἰσχυρὸς ᾖ καὶ μὴ κατισχύῃ τοῖν πηδαλίοιν ἑκατέρου διὰ γῆρας ἢ διὰ βίαν τῆς θαλάττης, οὐδὲ τότε φιλεῖ κυβερνήτην ἄλλον οὐδ’ εὔχεται φαίνεσθαι τὸν διαδεξόμενον, οὐδ’ ὅταν κατακοιμηθῆναι δέηται, πολλὰς ἐφεξῆς ἀγρυπνῶν νύκτας καὶ ἡμέρας, ἀλλὰ καὶ τότε ὁμοίως μισεῖ καὶ ζημίαν αὑτοῦ νενόμικεν, εἰ κυβερνήτης ἐν τῇ νηὶ ἕτερός ἐστιν; — Οὐκ ἂν ἴσως τότε μισοῖ· πῶς γὰρ; ἀλλ’ ἡμεῖς οὐ περὶ ναυτιλίας οὐδὲ περὶ τῶν ἐν θαλάττῃ λέγομεν. —
8
Δ. Εἶεν· οὐκοῦν ὅ γε ἰατρὸς ἐπὶ γῆς ἰᾶται καὶ τέχνην οὐδὲν ἐλάττονα ἔχει τῶν τεκτόνων. — Τί οὖν δὴ τοῦτο; — Δ. Ἆρά γε δοκεῖ σοι βούλεσθαι μόνος ἂν εἶναι τὴν τέχνην ἐπιστάμενος ἐν πόλει τηλικαύτῃ τὸ μέγεθος, καὶ ταῦτα πολλῶν νοσούντων; — Τί δὲ κωλύει βούλεσθαι μόνον εἶναι; τοῖς μὲν γὰρ ἄλλοις ἴσως χεῖρον οὐ δυναμένοις ὑφ’ ἑνὸς ἰατρεύεσθαι· τὸ δέ γε ἐκείνου τιμιώτερον οὕτως. οὐδὲ γὰρ εἰπεῖν ἔστιν ἡλίκων ἂν καὶ ὅσων μισθῶν τυγχάνοι μόνος ἐν τοσούτοις νοσοῦσιν ἱκανὸς ὢν ἰᾶσθαι. — Δ. Ἀλλ’ οὐ μαινόμενον ἰατρὸν λέγω σοι. —