1
Δ. Ἆρα διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐνομίσθη σοφὸς ἐν τοῖς Ἕλλησιν Ἡσίοδος καὶ οὐδαμῶς ἀνάξιος ἐκείνης τῆς δόξης, ὡς οὐκ ἀνθρωπίνῃ τέχνῃ τὰ ποιήματα ποιῶν τε καὶ ᾅδων, ἀλλὰ ταῖς Μούσαις ἐντυχὼν καὶ μαθητὴς αὐτῶν ἐκείνων γενόμενος; ὅθεν ἐξ ἀνάγκης ὅ,τι ἐπῄει αὐτῷ πάντα μουσικά τε καὶ σοφὰ ἐφθέγγετο καὶ οὐδὲν μάταιον, ὧν δῆλον ὅτι καὶ τοῦτο τὸ ἔπος ἐστίν. — Τὸ ποῖον; Δ. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.
2
— Πολλὰ μὲν καὶ ἄλλα φανήσεται τῶν Ἡσιόδου πεποιημένα καλῶς περί τε ἀνθρώπων καὶ θεῶν σχεδόν τι καὶ περὶ μειζόνων πραγμάτων ἢ ὁποῖα τὰ λεχθέντα νῦν· ἀτὰρ οὖν καὶ ταῦτα ἀπεφήνατο μάλ’ ἀληθῶς τε καὶ ἐμπείρως τῆς ἀνθρωπίνης φύσεως. — Δ. Βούλει οὖν ἐπιμελέστερον σκοπῶμεν αὐτά; — Καὶ πῶς ἡμᾶς ἀνέξονται τοσοῦτος ὄχλος περὶ τοιούτων διαλεγομένους; — Δ. Τί δέ; οὐ σοφὰ καὶ περὶ σοφῶν ἥκουσιν ἀκουσόμενοι; — Φαῖεν ἄν, ὥς μοι δοκοῦσιν. — Δ. Ἀλλὰ μὴ τὸν Ἡσίοδον φαῦλον ἡγοῦνται καὶ ὀλίγου ἄξιον; — Οὐδαμῶς. — Δ. Ἀλλὰ περὶ φθόνου καὶ ζηλοτυπίας καὶ τίνες εἰσὶν οἱ πρὸς ἀλλήλους οὕτως ἔχοντες καὶ ἐπὶ τίσιν οὐ χρήσιμον αὐτοῖς ἀκροᾶσθαι; — Πάντων μὲν οὖν χρησιμώτατον. —