21
τὸ δὲ πρᾶγμα οὐ τοιοῦτόν ἐστιν — οὐ γὰρ ὁ ἀδελφὸς οὐδὲ ὁ συγγενὴς οὐδὲ ὁ ξένος πέφυκεν ἀδικεῖν, ἀλλ’ ὁ μοχθηρὸς ἄνθρωπος· τοῦτο δὲ μικροῦ δεῖν ἐν πᾶσίν ἐστιν — ἀλλ’ εἰ νοῦν ἔχεις, πάντας εὐλαβοῦ. ξένος· εὐλαβοῦ. μέτριος εἶναί φησι· μᾶλλον εὐλαβοῦ. τοῦτο ἀκίνητον ὑπαρχέτω. ,νὴ Δἴ, ἀλλ’ ἐπιδείκνυται δεξιοῦ τινος εὔνοιαν;ʼ οὐκοῦν ἀποδέχου τοῦτον, τοῖς θεοῖς εἰδὼς χάριν, εἰ βούλει δέ, κἀκείνῳ· πρὸς δὲ τὸ μέλλον φυλάττεσθαι χρὴ αὐτόν. ὃ γάρ τις ἐπὶ τῆς τύχης εἶπε, πολὺ μᾶλλον ἂν ἐπ’ ἀνθρώπων τοῦτο ῥηθείη, τὸ μηδένα εἰδέναι περὶ μηδενός, εἰ μέχρι τῆς αὔριον διαμενεῖ τοιοῦτος.
22
τὰς γοῦν πρὸς αὑτοὺς παραβαίνουσι συνθήκας καὶ συμβουλεύουσιν αὑτοῖς ἕτερα, καὶ ἄλλα συμφέρειν νομίζοντες ἄλλα πράττουσιν. ὅθεν ὅταν τις ἐκ τοῦ πιστεύειν περιπέσῃ τινὶ τῶν δυσκόλων, γελοῖός ἐστιν αἰτιώμενος ἐκεῖνον, ἑαυτὸν δέον, καὶ θεοὺς ἐνίοτε ἐπιβοώμενος, ὑπ’ ἀνδρὸς ἀπατηθεὶς φίλου καὶ συνήθους. οἱ δὲ θεοὶ καταγελῶσιν, εἰδότες ὅτι ἑαυτὸν ἐξηπάτησεν ἐπ’ ἄλλῳ ποιησάμενος. οἱ προσπταίοντες ἐν ταῖς ὁδοῖς ἢ νὴ Δία ἐμπεσόντες εἰς πηλὸν ἢ βόθρον οὐκ ὀργίζονται τοῖς λίθοις ἢ τῷ πηλῷ· τελέως γὰρ ἂν ἦσαν ἀπόπληκτοι, δέον αὑτοὺς αἰτιᾶσθαι καὶ τὸ μὴ προσέχειν.