15
τὸν δὲ Λύσανδρον τὸν Λακεδαιμόνιον γνώμην ἀποφαίνεσθαι λέγουσιν ὅτι τοὺς μὲν παῖδας ἀστραγάλοις καὶ σφαίραις ἐξαπατᾶν δεῖ, τοὺς δὲ ἄνδρας ὅρκοις καὶ ῥήμασιν. ἡ κερδαλῆ δὲ ἀλώπηξ ἑτέρα τίς ἐστι παρὰ Ἀρχιλόχῳ; τὸν δὲ τοῦ Γλαύκου χρησμὸν οὐκ οἴει πρότερον δεδωκέναι τοὺς πλείστους τῶν ἀνθρώπων, ὀμνύειν ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα. καὶ τούτους μὲν τοὺς προειρημένους καὶ τοιούτους ἑτέρους διὰ τὰς περιστάσεις συμβέβηκεν ἐνδόξους γεγονέναι, τῶν δὲ ἀφανεστέρων Γλαύκων ἢ Πανδάρων μεσταὶ μὲν ἀγοραὶ ἀνθρώπων, μεσταὶ δὲ ἀγυιαί. διὸ μήτε τὸν Ἀπόλλωνα μήτε τὴν Ἀθηνᾶν σύμβουλον τῆς ἐπιορκίας λαμβάνουσιν.
16
ἀλλ’ ἡ συνήθεια τοῖς ἀνθρώποις μέγα δίκαιον τοῦ μηθὲν ἀδικεῖν καὶ σπονδαὶ καὶ τράπεζαι. τὸν Εὔρυτον ἀπέκτεινεν ὁ παρ’ αὐτῷ ξενισθείς, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ’ οὐδὲ τράπεζαν, τὴν ἣν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν. καίτοι θεὸς ἔδοξεν οὗτος ὁ τὴν τῶν θεῶν ὄπιν οὐκ αἰδεσάμενος οὐδὲ τὴν τράπεζαν καὶ τέρπεται ἐν θαλίῃ, κατέχων καλλίσφυρον Ἥβην. τὸν Ἀρχίλοχον οὐδὲν ὤνησαν οἱ ἅλες καὶ ἡ τράπεζα πρὸς τὴν ὁμολογίαν τῶν γάμων, ὥς φησιν αὐτός.
17
ὁ Λυκάων ὢν ἀνόητος εἰς τὸν Ἀχιλλέα δεύτερον ἐμπεσών, δέον αὐτὸν ἢ μάχεσθαι προθύμως ἢ φεύγειν τάχιον, πὰρ γὰρ σοὶ πρώτῳ, φησί, πασάμην Δημήτερος ἀκτήν. τοιγαροῦν πρότερον, ὁπότε οὐδέπω μετειλήφει τῆς παρ’ αὐτῷ τροφῆς, εἰς Λῆμνον ἀπεμποληθεὶς ἐσώθη· τότε δὲ ληφθεὶς ἀπεσφάγη. τοσοῦτον αὐτὸν ὤνησεν ἡ Δημήτηρ. τὰς νήττας καὶ τὰς πέρδικας οὐ πρότερον θηρεύομεν, πρὶν ἂν φάγωσι παρ’ ἡμῶν.