7
τὴν θάλασσαν οὕτως ἠρεμοῦσαν πολλάκις ἰδεῖν ἔστιν, ὥστ’ οἶμαι καὶ τὸν δειλότατον καταφρονῆσαι. τί οὖν; διὰ τοῦτο πιστεύειν δεῖ καὶ μήτε ἀγκύρας ἔχοντα μήτε πηδάλιον μήτε τἄλλα τὰ πρὸς τὴν σωτηρίαν ἀνάγεσθαί ποτε; ὄψει γάρ, ἂν οὕτω τύχῃ, μετ’ ὀλίγον κατερείσαντος ἀνέμου κλύδωνα ἰσχυρὸν καὶ κύματα τροφόεντα, πελώρια ἶσα ὄρεσσι, κυρτὰ φαληριόωντα· καὶ τὸν νῦν σοι φαινόμενον πρᾷον καὶ πολλὴν ἐνδεικνύμενον εὔνοιαν καὶ σπουδὴν τῆς τυχούσης αἰτίας καταλαβούσης ἄγριον εὑρήσεις καὶ χαλεπὸν καὶ πᾶν ὁτιοῦν κακὸν ἕτοιμον ἐργάσασθαι.
8
πόσα δοκεῖς τὴν Μήδειαν εὔξασθαι τοῖς θεοῖς ὑπὲρ τῶν τέκνων ἢ ποσάκις ἀγωνιᾶσαι νοσούντων ἢ ποσάκις ἀντ’ ἐκείνων αὐτὴν ἂν ἑλέσθαι τελευτᾶν; ἀλλ’ ὅμως αὐτόχειρ αὐτῶν ἐγένετο. νὴ Δία, ἐρεῖ τις, ὀργιζομένη καὶ ζηλοτυποῦσα. τοὺς πολλοὺς δὲ οὐκ ἂν οἴει καὶ ζηλοτυπῆσαι; τί δέ; φθονῆσαι; τί δέ; ἐλπίσαι; σχεδὸν γὰρ αἰεὶ καὶ συνεχῶς ἐν τούτοις εἰσίν. μὴ τοίνυν πίστευε τοῖς εὐνοεῖν φάσκουσι καὶ μηδέποτε ἂν ἐγκαταλιπεῖν τὴν πρὸς σὲ φιλίαν. ὥσπερ γὰρ αἱ τὸν ἄνεμον σημαίνουσαι ταινίαι κατὰ τὴν στάσιν αἰεὶ τοῦ πνεύματος αἰωροῦνται, νυνὶ μὲν οὕτως, πάλιν δὲ ἐπὶ θάτερα, τὸν αὐτὸν τρόπον ἡ τῶν φαύλων διάνοια πρὸς πᾶσαν φορὰν οὕτως ἔχει.