14
καὶ τότε ἐτύγχανεν ἐν τῷ Κρανείῳ διατρίβων μόνος· οὐδὲ γὰρ μαθητάς τινας οὐδὲ τοιοῦτον ὄχλον περὶ αὑτὸν εἶχεν, ὥσπερ οἱ σοφισταὶ καὶ αὐληταὶ καὶ οἱ διδάσκαλοι τῶν χορῶν. προσῆλθεν οὖν αὐτῷ καθημένῳ καὶ ἠσπάσατο. καὶ ὃς ἀνέβλεψεπρὸς αὐτὸν γοργόν, ὥσπερ οἱ λέοντες, καὶ ἐκέλευσεν ἀποστῆναι σμικρόν· ἐτύγχανε γὰρ ἀλεαινόμενος πρὸς τὸν ἥλιον.
15
ὁ οὖν Ἀλέξανδρος εὐθὺς ἠγάσθη τοῦ ἀνδρὸς τὸ θάρσος καὶ τὴν ἡσυχίαν, ὅτι οὐ κατεπλάγη ἐπιστάντος αὐτῷ. καὶ γάρ πως πεφύκασιν οἱ μὲν θαρραλέοι τοὺς θαρραλέους φιλεῖν, οἱ δὲ δειλοὶ τοὺς μὲν ὑφορῶνταικαὶ μισοῦσιν ὡς ἐχθρούς, τοὺς δὲ ἀγεννεῖς προσίενται καὶ ἀγαπῶσιν. ὅθεν τοῖς μὲν ἀλήθεια καὶ παρρησία πάντων ἐστὶν ἥδιστον, τοῖς δὲ κολακεία καὶ ψεῦδος, καὶ ἀκούουσιν ἡδέως οἱ μὲν τῶν πρὸς χάριν ὁμιλούντων, οἱ δὲ τῶν πρὸς ἀλήθειαν.
16
ὁ οὖν Διογένης ὀλίγον ἐπισχὼν ἤρετο αὐτὸν ὅστις εἴη καὶ τί βουλόμενος ἥκοι πρὸς αὐτόν,ἤ, ἔφη, τῶν ἐμῶν τι ληψόμενος; ἦ γάρ, ἔφη, χρήματα ἔστι σοι καὶ ἔχεις ὅτου ἂν μεταδοίης; πολλά γε, εἶπε, καὶ πολλοῦ ἄξια, ὧν σὺ οὐκ οἶδα εἴ ποτε δυνήσῃ μεταλαβεῖν. οὐ μέντοι ʽἄορας οὐδὲ λέβητασʼ οὐδὲ κρατῆρας οὐδὲ κλίνας καὶ τραπέζας τυγχάνω κεκτημένος, ὥς τινές φασι κεκτῆσθαι Δαρεῖον ἐν Πέρσαις.
17
τί δέ, ἔφη, οὐκ οἶσθα Ἀλέξανδρον τὸν βασιλέα; τό γε ὄνομα, εἶπεν, ἀκούω πολλῶν λεγόντων, ὡς κολοιῶν περιπετομένων, αὐτὸν δὲ οὐ γιγνώσκω·