9
οὐ γὰρ δοκεῖ λυσιτελεῖν τοῖς μονάρχοις οὐδέν’ ἄνδρα ἀγαθὸν εἶναι παρ’ αὐτοῖς οὐδ’ εὐδοκιμοῦντα φαίνεσθαι παρὰ τῷ πλήθει. αἱ δὲ παρὰ τῶν ἰδιωτῶν πίστεις κινδύνους μὲν ἥττους ἴσως ἔχουσιν, ὅτι καὶ τὰ πράγματα ἐλάττω ἐστίν, ἀσχολίαν δὲ μυρίαν καὶ πόνους, καὶ πολλάκις οὐδὲ χάρις οὐδ’ ἡτισοῦν συνέπεται. πολλάκις δὲ συμβαίνει παρ’ αὐτῶν τῶν εὖ παθόντων αἰτίαν ἔχειν, ὡς οὐ δικαίως οὐδὲ καθαρῶς ἅπαντα ἀποδόντας.
10
τί δὴ βουλόμενος ταῦτα ἐγὼ διῆλθον; οὐ γὰρ δὴ νουθετῶν σε τοιαύτην νουθεσίαν οὐδὲ ἀποτρέπων τοῦ πιστὸν εἶναι. πολὺ γὰρ ἂν εἴην τοῦ Ζήθου φαυλότερος τοιαῦτα ἐπιτιμῶν, ὡς ἐκεῖνος ἐνουθέτει τὸν ἀδελφόν, οὐκ ἀξιῶν φιλοσοφεῖν αὐτὸν οὐδὲ περὶ μουσικὴν διατρίβειν, ἐάσαντα τὴν τῶν ἰδίων ἐπιμέλειαν· ἔφη δὲ αὐτὸν ἄτοπόν τινα καὶ ἀσύμφορον μοῦσαν εἰσάγειν. ὥσπερ ἂν τυχὸν εἴποι τις καὶ σὲ τοιαύτην προῃρῆσθαι πρᾶξιν, οὐκ ἀργὸν οὐδὲ φίλοινον οὐδαμῶς, χρημάτων μέντοι τῶν αὑτοῦ ἀτημελῆ ἴσως· καὶ νὴ Δία λέγοι ἂν καὶ τόδε τὸ ἔπος· ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.
(57)ΠΕΡΙ ΑΠΙΣΤΙΑΣ.