15
τὰ δὲ μήτε τῆς ξυμβουλῆς ἀπεδέχετο τὴν γλαῦκα, τοὐναντίον δὲ ἔχαιρε τῇ δρυῒ φυομένῃ, ἐπειδή τε ἱκανὴ ἦν, καθίσαντα ἐπ’ αὐτὴν ᾖδεν. γενομένου δὲ τοῦ ἰξοῦ ῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετενόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον ἐπὶ τῇ ξυμβουλῇ. καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσης αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας· ἔπειτα οἶμαι προσίασι μάτην ἐπὶ κακῷ. ἡ μὲν γὰρ ἀρχαία γλαὺξ τῷ ὄντι φρονίμη τε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο. αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὀρνέων. οὐκοῦν οὐδὲ ἑαυτὰς δύνανται οὐδὲν ὠφελεῖν·
16
οὐ γὰρ ἂν παρὰ τοῖς ὀρνιθοθήραις ἐτρέφοντο δεδεμέναι καὶ δουλεύουσαι. καὶ ἡμῶν ἕκαστος τὴν μὲν στολὴν ἔχει τὴν Σωκράτους καὶ Διογένους, τὸ δὲ φρονεῖν πολλοῦ δέομεν ὅμοιοι εἶναι τοῖς ἀνδράσιν ἐκείνοις ἢ ζῆν ὁμοίως αὐτοῖς ἢ λόγους τοιούτους διαλέγεσθαι. τοιγάρτοι οὐδὲν ἄλλο ἢ βλεπόμενοι ὥσπερ αἱ γλαῦκες ὄχλον πολὺν ξυνάγομεν τῷ ὄντι ὀρνέων, αὐτοί τε ὄντες ἠλίθιοι καὶ ὑφ’ ἑτέρων τοιούτων ἐνοχλούμενοι.
(56)ΠΕΡΙ ΠΙΣΤΕΩΣ.