11
οὗτοι προσίασιν οὓς ἂν ἡγῶνται φιλοσόφους ἀπὸ τῆς στολῆς, ὡς ἀκουσόμενοί τι παρ’ αὐτῶν σοφόν, ὃ οὐκ ἂν παρ’ ἑτέρου ἀκούσειαν, πυνθανόμενοι καὶ περὶ Σωκράτους, ὅτι σοφός τε ἦν καὶ διελέγετο τοῖς προσιοῦσι λόγους φρονίμους, καὶ περὶ Διογένους, ὅτι καὶ αὐτὸς πρὸς ἅπαντα εὐπόρει λόγου καὶ ἀποκρίσεως. καὶ τὰ μὲν τούτου καὶ διαμνημονεύουσιν οἱ πολλοί, τὰ μέν τινα ἴσως εἰπόντος αὐτοῦ, τὰ δὲ καὶ ἄλλων συνθέντων.
12
τῶν γε μὴν ἑπτὰ σοφῶν τὰς γνώμας ἀκούουσι καὶ ἐν Δελφοῖς ἀνατεθῆναι πρότερον, οἷον ἀπαρχάς τινας τῆς σοφίας τῆς ἐκείνων καὶ ἅμα τῆς τῶν ἀνθρώπων ἕνεκεν ὠφελείας, ὡς τῷ ὄντι δὴ θεῖα ταῦτα καὶ σχεδόν τι τῶν χρησμῶν θειότερα, οὓς ἡ Πυθία ἔχρα καθίζουσα ἐπὶ τοῦ τρίποδος, ἐμπιμπλαμένη τοῦ πνεύματος. τὸ γὰρ αὑτῷ χρησθὲν ἕκαστος ἀκούσας ἄπεισι, καὶ οὐκ ἀνατίθεται ταῦτα, ὥστε δὴ καὶ πᾶσιν ἀνθρώποις εἶναι γνώριμα· τὰ δὲ ἐκείνων δόγματα κοινὰ ἀπεδείχθη τοῖς ἀφικνουμένοις παρὰ τὸν θεόν, ὡς ὁμοίως ξυμφέρον πᾶσιν εἰδέναι καὶ πείθεσθαι.