9
ἔτι δὲ ἐὰν μέν τινα ἴδωσιν ὡς ναύτην ἐσταλμένον, ἴσασι τοῦτον πλευσούμενον, κἂν ὡς γεωργὸν ἕτερον, γεωργήσοντα· τόν γε μὴν ποιμένος ἔχοντα στολὴν ἴσασι καὶ τοῦτον ὅτι ἄπεισιν ἐπὶ τὰ πρόβατα καὶ περὶ ἐκεῖνα διατρίψει, ὥστε ὑπ’ οὐδενὸς λυπούμενοι τούτων ἐῶσιν αὐτούς· ὅταν δέ τινα ἴδωσι τὸ σχῆμα ἔχοντα τὸ τοῦ φιλοσόφου, λογίζονται ὅτι οὗτος οὔτε πρὸς τὸ πλεῖν ἐστιν οὔτε πρὸς γεωργίαν οὔτε προβάτων ἕνεκεν οὕτως ἔσταλται, ἀλλ’ ἐπ’ ἀνθρώπους παρεσκεύασται, ὡς νουθετήσων τε καὶ ἐξελέγξων καὶ οὐδέν τι θωπεύσων οὐδένα αὐτῶν οὐδὲ φεισόμενος οὐδενός, τοὐναντίον δὲ κολάσων ὡς ἂν δύνηται αὐτοὺς μάλιστα τῷ λόγῳ καὶ ἐπιδείξων οἷοί εἰσιν.
10
οὔκουν δύνανται ἡδέως ὁρᾶν αὐτούς, ἀλλὰ προσκρούουσι καὶ διαμάχονται, ὥσπερ οὐδ’ οἱ παῖδες ἡδέως ὁρᾶν δύνανται οὓς ἂν ἴδωσι παιδαγωγῶν σχῆμα ἔχοντας καὶ παρεσκευασμένους οὕτως ὡς ἐπιπλήξοντας αὐτοῖς καὶ οὐκ ἐπιτρέψοντας ἁμαρτάνειν οὐδὲ ῥᾳθυμεῖν. εἰ γάρ τοι καὶ τοῖς παισὶν ἐξῆν τῶν τοιούτων καταγελᾶν καὶ ὑβρίζειν, οὐδὲν ἂν πρότερον τούτου ἐποίουν. οὐ μέντοι ἅπαντες ἀπὸ ταύτης τῆς διανοίας προσέρχονται καὶ ἐνοχλοῦσιν, ἀλλ’ ἔστι γένος ἀνθρώπων πολυπραγμονοῦν τοιαύτην πολυπραγμοσύνην καὶ τρόπον τινὰ οὐ πονηρόν·