4
τῶν δὲ τοιούτων ἀνθρώπων ὀλίγου νῦν μεστὰ πάντα, καὶ σχεδὸν πλείους γεγόνασι τῶν σκυτοτόμων καὶ κναφέων καὶ τῶν γελωτοποιῶν ἢ ἄλλην ὁποίαν βούλει τέχνην ἐργαζομένων· ὥστε καὶ ἐφ’ ἡμῶν ἴσως ῥηθῆναι εἰκότως ὅτι πλεῖ πάντα ὁμοίως ἀκάτια καὶ πᾶσα βοῦς ἀροτριᾷ.
5
οὐ τοίνυν κατὰ τοῦτο μόνον ξυνήθης αὐτοῖς ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἀγάλματα ὁρῶσιν ἐν τοῖς ναοῖς, οἷον Διὸς καὶ Ποσειδῶνος καὶ ἄλλων πολλῶν θεῶν ἀγάλματα, ἐν τοιαύτῃ διαθέσει τοῦ σχήματος. παρὰ μὲν γὰρ Αἰγυπτίοις καὶ Φοίνιξι καὶ ἑτέροις τισὶ τῶν βαρβάρων οὐχ ὁ αὐτὸς τύπος τῶν ἀγαλμάτων, ὥσπερ οἶμαι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ πολὺ διαφέρων. ἐνθάδε δὲ ὁ αὐτός ἐστιν. καὶ ἀνδρῶν εἰκόνας ὁρῶσι πολιτῶν τῆς πόλεως καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐν τοῖς ἱεροῖς, στρατηγῶν καὶ βασιλέων οὕτως ἀνακειμένας, γένεια καθεικότων.
6
ἀλλὰ τί δεῖ ταῦτα λέγειν; σχεδὸν γάρ τι καὶ τῶν Ἑλλήνων οἱ πλείους ὁμοίως πρὸς τοῦτο ἔχουσι, καὶ οὐδὲν αὐτοὺς ἡ ξυνήθεια ἀποκωλύει τὸ μὴ οὐκ ἐρεσχηλεῖν μηδὲ ὑβρίζειν, ἐπειδάν τινα ἴδωσι τοιοῦτον, λέγω δὲ τῶν πολλῶν καὶ ἀδόξων, οὓς μὴ δεδοίκασιν ὡς ἱκανοὺς ἀμύνεσθαι· ἐπεὶ τούς γε τοιούτους σχεδὸν δυσωποῦνται καὶ θαυμάζουσιν. τυχὸν οὖν τοιοῦτόν ἐστι τὸ γιγνόμενον. τοὺς μὲν ναύτας καὶ τοὺς γεωργοὺς καὶ ποιμένας, ἔτι δὲ Πέρσας καὶ Νασάμωνας, οὐκ οἴονται καταφρονεῖν αὑτῶν οὐδὲ εἶναι πρὸς αὑτοὺς οὐδένα ἐκείνοις λόγον, ὅθεν οὐδὲν φροντίζουσιν.