9
καίτοι τῶν νῦν βασιλέων τις ἐπεθύμει σοφὸς εἶναι τὴν τοιαύτην σοφίαν, ὡς πλεῖστα ἐπιστάμενος· οὐ μέντοι τὰ τοιαῦτα, ἃ μὴ θαυμάζεται παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ ἐφ’ οἷς στεφανωθῆναι ἔστι, κηρύττειν καὶ ᾅδειν πρὸς κιθάραν καὶ τραγῳδεῖν καὶ παλαίειν καὶ παγκρατιάζειν. φασὶ δὲ καὶ γράφειν καὶ πλάττειν ἱκανὸν αὐτὸν εἶναι καὶ αὐλεῖν τῷ τε στόματι καὶ ταῖς μασχάλαις ἀσκὸν ὑποβάλλοντα, ὅπως διαπεφευγὼς ᾖ τὸ αἰσχρὸν τὸ τῆς Ἀθηνᾶς. οὔκουν ὑπῆρχε σοφός;
(55)ΠΕΡΙ ΤΟΥ ΣΧΗΜΑΤΟΣ.
1
Διὰ τί ποτε οἱ ἄνθρωποι, ὅταν μέν τινα ἴδωσιν αὐτὸ μόνον χιτῶνα ἔχοντα, οὔτε προσέχουσιν οὔτε διαγελῶσι, λογιζόμενοι τυχὸν ὅτι ναύτης ἐστὶν ὁ ἄνθρωπος καὶ ὅτι οὐδὲν δεῖ καταγελᾶν τούτου ἕνεκα· ὁμοίως οὐδ’ εἴ τινα ἴδοιεν γεωργοῦ στολὴν ἔχοντα ἢ ποιμένος, ἐξωμίδα ἔχοντα ἢ διφθέραν ἐνημμένον ἢ κοσύμβην ὑποδεδυκότα οὐ χαλεπαίνουσιν, ἀλλ’ οὐδὲ προσποιοῦνται τὴν ἀρχήν,