(54)ΠΕΡΙ ΦΙΛΟΣΟΦΟΥ.
1
Εἰσὶν οἵ φασι δεῖν πάντα ἐν πᾶσιν εἷναι περιττὸν τὸν φιλόσοφον· καὶ ὁμιλῆσαι ἀνθρώποις φασὶ δεῖν εἶναι δεινότατον καὶ μηδέποτε σιγᾶν μηδὲ ἀπορεῖν λόγων τοιούτων πρὸς τοὺς παρόντας, οἳ δυνήσονται τέρπειν αὐτούς· εἰ δὲ μή, φασὶν ἰδιώτην εἶναι τὸν μὴ παρεσκευασμένον οὕτως καὶ ὀλίγου ἄξιον. ἐγὼ δέ φημι τὰ μὲν δίκαια καὶ ἀληθῆ λέγειν αὐτούς, τὰ δὲ οὔ.
2
τὸ μὲν γὰρ διαφέρειν πανταχοῦ τὸν φιλόσοφον τῶν ἄλλων δοκοῦσιν ὀρθῶς ἀξιοῦν· πλὴν εἰ μή γε καὶ τὰς τέχνας φασὶ δεῖν αὐτὸν ἁπάσας εἰδέναι καὶ βέλτιον κατὰ τὴν τέχνην ἅπαντα ποιεῖν τῶν δημιουργῶν, οἰκίας τε οἰκοδομούμενον καὶ πλοῖα ναυπηγούμενον καὶ χαλκεύοντα καὶ ὑφαίνοντα καὶ γεωργοῦντα· ὥσπερ ὁ Ἠλεῖος Ἱππίας ἠξίου σοφώτατος εἶναι τῶν Ἑλλήνων, οὐ μόνον ποιήματα παντοδαπὰ καὶ λόγους αὑτοῦ ποικίλους προφέρων Ὀλυμπίασί τε καὶ ἐν ταῖς ἄλλαις πανηγύρεσι τῶν Ἑλλήνων, ἀλλὰ καὶ ἄλλα ἐπιδεικνὺς ἔργα, τόν τε δακτύλιον καὶ τὴν λήκυθον καὶ στλεγγίδα καὶ τὸ ἱμάτιον καὶ τὴν ζώνην, ὡς ἅπαντα πεποιηκὼς αὐτός, οἷον ἀπαρχὰς τῆς σοφίας τοῖς Ἕλλησιν ἐπιδεικνύων.