137
ἐκεῖνοι μὲν γὰρ παραδείσοις περιλαβόντες, ὁπότε ἐπιθυμήσειαν, ὥσπερ ἐν εἱρκτῇ τὰ θηρία ἔκτεινον, ὡς μήτε ζητοῦντες πονεῖν μήτε αὖ κινδυνεύοντες, ἅτεἀσθενῆ καὶ δεδουλωμένα· ὁμοίως δὲ ἀφῃροῦντο τὴν ἐπὶ τῷ εὑρεῖν τε χαρὰν καὶ τὴν ἐπὶ τῷ φθάσαι σπουδὴν καὶ τὴν ἐπὶ τῷ συμβῆναι ἀγωνίαν.
138
ὅμοιον γὰρ ἐποίουν ὥσπερ εἰ πολεμικοὶ φάσκοντες εἶναι ἀφέντες τὸ τοῖς πολεμίοις μάχεσθαι τοὺς αἰχμαλώτους οἴκοι λαβόντες ἔκτεινον.
(4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ.
1
φασί ποτε Ἀλέξανδρον Διογένει συμβαλεῖν οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν. ἦν γὰρ ὁ μὲν βασιλεὺς Μακεδόνων τε καὶ ἄλλων πολλῶν, ὁ δὲ φυγὰς ἐκ Σινώπης. ταῦτα δὲ λέγουσι καὶ γράφουσι πολλοί, τὸν Ἀλέξανδρον οὐχ ἧττον θαυμάζοντες καὶ ἐπαινοῦντες, ὅτι τοσούτων ἄρχων καὶ τῶν τότε μέγιστον δυνάμενοσοὐχ ὑπερεώρα πένητος ἀνθρώπου συνουσίαν νοῦν ἔχοντος καὶ δυναμένου καρτερεῖν.
2
οἱ γὰρ ἄνθρωποι χαίρουσι φύσει πάντες τιμωμένην ὁρῶντες φρόνησιν ὑπὸ τῆς μεγίστης ἐξουσίας τε καὶ δυνάμεως, ὥστε οὐ μόνον τἀληθῆ διηγοῦνται περὶ τῶν τοιούτων, ἀλλὰ καὶ αὐτοὶ πλάττουσιν ὑπερβάλλοντες, προσέτι καὶ τἄλλαἀφαιρούμενοι τῶν φρονίμων, οἷον χρήματα καὶ τιμὰς καὶ τὴν τοῦ σώματος δύναμιν, ὅπως διὰ μόνην δόξωσι τιμᾶσθαι τὴν ξύνεσιν.
3
ὡς δὲ εἰκὸς ἐκείνοις γενέσθαι τὴν ξυνουσίαν ἐκείνην, εἴποιμʼ ἄν, ἐπειδὴ καὶ τυγχάνομεν σχολὴν ἄγοντες ἀπὸ τῶν ἄλλων πραγμάτων.