1
Δ. Τίνι· γὰρ δοκεῖ σοι διαφέρειν μάλιστα ὁ σώφρων ἀνὴρ καὶ φιλόσοφος ἡμῶν τῶν πολλῶν τε καὶ εἰκῇ φερομένων; — Ἐμοὶ μέν, εἰ δεῖ οὕτως ἀποφήνασθαι φαύλως τε καὶ ἀκόμψως, ἀληθείᾳ δοκεῖ διαφέρειν καὶ τῷ ἐπίστασθαι οὐ μόνον τῶν πολλῶν, ἀλλὰ τῶν πάνυ ὀλίγων τε καὶ μακαρίων νενομισμένων τὸν. — Δ. Φιλόσοφον τῷ ὄντι, οὐ μέντοι φαῦλον καὶ ἄκομψον τὸ ῥῆμα. καί μοι τόδε εἰπὲ πρὸς θεῶν, ἄλλο τι ἢ ἀληθείᾳ φὴς διαφέρειν τῶν ἄλλων τὸν φιλόσοφον καὶ τῷ πρὸς ἀλήθειαν ἕκαστον, ἀλλὰ μὴ κατὰ δόξαν σκοπεῖν; —
2
Φαύλῳ γὰρ ἄν, ὦ ἄριστε, κανόνι καὶ παντάπασι σκολιῷ μὰ Δἴ οὐ μίαν τινὰ καμπὴν ἔχοντι, μυρίας δὲ καὶ πάσας ὑπεναντίας, τὰ πράγματα σταθμῷτο τῇ δόξῃ πειρώμενος ἀπευθύνειν αὐτά. — Δ. Πότερον οὖν τὰ μὲν ἄλλα πάντα πρὸς ἀλήθειαν σκοπεῖ, τὴν δόξαν οὐδαμῇ προσφέρων ὡς ψευδῆ τινα τῷ ὄντι καὶ ἀστάθμητον στάθμην καὶ κανόνα τοιοῦτον, ὁποῖον ἄρτι εἴρηκας· αὐτὸς δὲ αὑτὸν τούτῳ τῷ κανόνι καὶ ταύτῃ τῇ στάθμῃ σταθμώμενος ἄξιος ἂν εἴη; — Οὐ μὰ Δἴ οὐδαμῶς. — Δ. Δῆλον γὰρ ὅτι οὐδέποτε γνοίη ἂν ἑαυτὸν οὕτω σκοπῶν. — Οὐ γὰρ ἂν γνοίη. —