19
οὐκοῦν ἀνάγκη τὸν ὑπὸ τῆς νόσου ταύτης ἐχόμενον ὑπεύθυνον περιέρχεσθαι καὶ προσέχειν ἑκάστῳ καὶ δεδοικέναι μή τινα ἑκὼν ἢ ἄκων λυπήσῃ, μάλιστα τῶν ἑτοίμων τινὰ καὶ τῶν εὐτραπέλων. εἰ γὰρ καὶ σμικρόν, οἷα πολλὰ συμβαίνει, προσκρούσας τινὶ τύχοι, εὐθὺς ἐσπάθησε ῥῆμα χαλεπόν· καὶ τοῦτο εἰπών, ἐὰν μὲν ἀποτύχῃ πως, οὐδὲν ἧττον ἐτάραξεν· ἐὰν δ’ ἐπιτύχῃ τοῦ καιρίου, παραχρῆμα ἀνῄρηκεν. πολλοὶ μὲν γὰρ οὕτως ἔχουσιν ὥστε ὑπὸ παντὸς διατρέπεσθαι καὶ διαρρεῖν. οὐ μὴν ἀλλὰ καὶ ἐνίοτε ἄλλα ἐπ’ ἄλλοις μᾶλλον ἰσχύει·
20
καθάπερ οἶμαι τῶν παιδαρίων ἕκαστον ἰδιότροπόν τινα μορμὼ δέδοικε καὶ ταύτην συνείθισται φοβεῖσθαι ʽτὰ μὲν γὰρ φύσει δειλὰ πᾶν ὅ,τι ἂν δείξῃ τις ὡς φοβερὸν βοᾆ πλὴν ἐπί γε τούτων τῶν μειζόνων ἤδη τινά ἐστι πρός τινας. τὸν πτωχὸν τὸν ἀλαζόνα καὶ θέλοντα φαίνεσθαι Κροῖσον ἐξίστησιν ὁ Ἶρος· καὶ οὐδὲ τὴν Ὀδύσσειαν ἀναγιγνώσκει διὰ τὸ ἦλθε δ’ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ πτωχεύεσκ’ Ἰθάκης·
21
τὸν ἐκ δούλων ὁ Κέκροψ, τὸν εὐτελῆ τὴν ὄψιν καὶ καλὸν εἶναι βουλόμενον ὁ Θερσίτης. ἐὰν μὲν γὰρ εἰς λίχνον ἢ φιλάργυρον σκώψῃς ἢ κίναιδον ἢ καθόλου πονηρὸν τὸν ἐπὶ τῇ σωφροσύνῃ κομῶντα καὶ τὴν ἀρετὴν ἐπιγεγραμμένον, ὅλον ἀπολώλεκας. ὁ Περσεὺς τὴν κεφαλὴν τῆς Γοργόνος περιφέρων καὶ ταύτην τοῖς ἐχθροῖς δεικνὺς ἐποίει λίθους· οἱ πολλοὶ δὲ ὑφ’ ἑνὸς ῥήματος, ἐὰν ἀκούσωσι, λίθοι γεγόνασι· καὶ τοῦτο οὐ δεῖ περιφέρειν, ἐν πήρᾳ φυλάττοντα αὐτό.