17
δύο γὰρ ἢ τρία ῥήματα εἰπὼν εἰς συμφορὰν καὶ λύπην ἐνέβαλεν. καὶ μὴν εἴ γέ τις οὕτως ἐκ δαιμονίου τινὸς ἔχοι τὸ σῶμα, ὥστε ἄν τις αὐτῷ καταράσηται, παραχρῆμα πυρέττειν ἢ τὴν κεφαλὴν ἀλγεῖν, οὗτος ἂν ἀθλιώτερος ὑπῆρχε τῶν τρισαθλίων· εἰ δέ τις οὕτως ἀσθενῶς ἔχει τὴν διάνοιαν, ὥστε εἴ τις ἐλοιδόρησεν αὐτόν, ἐξίστασθαι παραχρῆμα τὴν ψυχήν, πῶς οὐχὶ τῷ τοιούτῳ φευκτὸς ὁ βίος; εἰ δέ τις κρίνοιτο καθ’ ἑκάστην ἡμέραν περὶ ὅτου δήποτε, ἢ περὶ τοῦ ζῆν ἢ περὶ τῶν χρημάτων, ἆρ’ οὐχὶ τῷ παντὶ βέλτιον ἐᾶσαι τοῦτο καὶ μηκέτι τὸ λοιπὸν κινδυνεύειν, καὶ εἰ μὲν περὶ χρημάτων, τὰ χρήματα, εἰ δὲ περὶ τοῦ ζῆν, τὸν βίον;
18
τί οὖν; ὁ περὶ τῆς δόξης ἀγὼν οὐκ ἀεὶ τοῖς ἀνθρώποις τοῖς ἀνοήτοις ἐνέστηκεν, οὐ μόνον ἅπαξ τῆς ἡμέρας, ἀλλὰ πολλάκις, οὐδὲ ἐφ’ ὡρισμένοις δικασταῖς, ἀλλὰ πᾶσιν ἁπλῶς, καὶ τούτοις ἀνωμότοις καὶ μήτε μαρτύρων ἐπιστρεφομένοις μήτε τεκμηρίων; μήτε γὰρ εἰδότες μήτε ἀκούοντες μήτε λαχόντες δικάζουσι, καὶ οὐδὲν αὐτοῖς διαφέρει πίνουσιν ἤ λουομένοις τὴν ψῆφον φέρειν· καὶ τὸ πάντων δεινότατον· ὃν γὰρ ἂν ἀπολύσῃ τήμερον, αὔριον καταδικάζει.