6
ὅτι μὲν γὰρ διὰ χρυσοῦν πρόβατον ἀνάστατον συνέβη γενέσθαι τηλικαύτην οἰκίαν τὴν Πέλοπος οἱ τραγῳδοί φασιν. καὶ κατεκόπη μὲν τὰ τοῦ Θυέστου τέκνα, τῇ Πελοπίᾳ δὲ ὁ πατὴρ ἐμίχθη καὶ τὸν Αἴγισθον ἔσπειρεν· οὗτος δ’ ἀπέκτεινε μὲν μετὰ τῆς Κλυταιμνήστρας τὸν Ἀγαμέμνονα τὸν ποιμένα τῶν Ἀχαιῶν, κἀκείνην Ὀρέστης ὁ υἱός, καὶ τοῦτο ποιήσας εὐθὺς ἐμαίνετο. τούτοις δὲ οὐκ ἄξιον ἀπιστεῖν, ἃ γέγραπται μὲν οὐχ ὑπὸ τῶν τυχόντων ἀνδρῶν, Εὐριπίδου καὶ Σοφοκλέους, λέγεται δὲ ἐν μέσοις τοῖς θεάτροις· ἔτι δὲ ἰδεῖν ἔστιν ἑτέραν οἰκίαν συντριβεῖσαν πλουσιωτέραν ἐκείνης διὰ γλῶτταν καὶ νὴ Δία ἑτέραν κινδυνεύουσαν.
7
τοιούτων δὲ τῶν κατὰ τὴν δόξαν ὄντων καὶ μυρίων ἄλλων ἀτοπωτέρων πῶς οὐχὶ τῷ παντὶ δυσχερέστερος ὁ πρὸς ταύτην κεχηνὼς τοῦ πρὸς ἄλλ’ ὁτιοῦν ἐπτοημένου; τὸν φίλοψον εἷς ἰχθὺς ἀποπίμπλησι καὶ οὐδεὶς ἂν αὐτὸν κωλύσειεν ἥδεσθαι τῶν ἐχθρῶν· ὁμοίως ὁ πρὸς παῖδας ἀθλίως ἔχων, ἐὰν εἰς ὡραῖον ἐμπέσῃ, τοῦτον ἕνα ὄντα θεραπεύει, καὶ πολλάκις μικροῦ κατειργάσατο. τὸν οἰνόφλυγα ἓν Θάσιον κατέπλησε, καὶ πιὼν Ἐνδυμίωνος ἥδιον καθεύδει· τῷ δοξοκόπῳ δὲ οὐκ ἂν εἷς ἐπαινῶν ἐξαρκέσειεν, ἀλλ’ οὐδὲ χίλιοι πολλάκις.