4
τοσαύτη δ’ ἐστὶν ἡ τοῦ τύφου δύναμις ὥστε παρὰ μὲν τῶν βαφέων ἀγοράσεις δυοῖν μνῶν ἢ τριῶν καλὴν πορφύραν· δημοσίᾳ δ’ εἰ ἐθέλοις, πολλῶν πάνυ ταλάντων ὤνιος. καὶ τὰς μὲν ἐκ τῆς ἀγορᾶς ταινίας ὀλίγων δραχμῶν, τὰς δὲ ἐκ τῆς ἐκκλησίας πολλάκις ἁπάσης τῆς οὐσίας. καὶ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς κηρυττομένους ἀθλίους πάντες νομίζουσι, τοὺς δ’ ἐν τῷ θεάτρῳ μακαρίους· καὶ τούτους μὲν κηρύττεσθαί φασιν, ἐκείνους δὲ ἀποκηρύττεσθαι, δῆλον ὅτι παρὰ μίαν συλλαβὴν γιγνομένης τῆς διαφορᾶς.
5
οὕτω δὲ πάνυ τῶν ἀνθρώπων κατεφρόνησαν οἱ πρότερον καὶ τὴν εὐήθειαν αὐτῶν συνεῖδον ὥστε ὑπὲρ τῶν μεγίστων πόνων καὶ πληγῶν φύλλα προύθεσαν. ἀλλ’ ὅμως εἰσὶν οἱ χάριν τούτων ἀποθνῄσκειν αἱρούμενοι. τῶν δὲ αἰγῶν οὐκ ἂν οὐδεμία κατακρημνίσειεν αὑτὴν κοτίνου χάριν, καὶ ταῦτα παρούσης ἐτέρας νομῆς. καίτοι ταῖς μὲν αἰξὶν οὐκ ἀηδὴς ὁ κότινος, ἄνθρωπος δὲ οὐκ ἂν φάγοι. καὶ τὴν μὲν ἐξ Ἰσθμοῦ πίτυν, οὐδὲν οὖσαν τῶν ἄλλων χλωροτέραν, μετὰ πολλοῦ πόνου καὶ κακῶν ἀναιροῦνται, πολλάκις ἀργύριον πολὺ διδόντες· καὶ ταῦτα τοῦ φυτοῦ μηδεμίαν ὠφέλειαν ἔχοντος· οὔτε γὰρ σκιὰν ποιεῖν οὔτε καρπὸν φέρειν δύναται τό τε φύλλον δριμὺ καὶ καπνῶδες· τῆς δ’ ἐκ Μεγάρων πίτυος οὐδεὶς ἐπιστρέφεται. κἂν μὲν ἕτερός τις μὴ κατεαγὼς τὴν κεφαλὴν διαδήσηται, καταγελᾶται· τοῖς δὲ βασιλεῦσι πρέπειν δοκεῖ καὶ πολλαὶ μυριάδες τεθνήκασιν ὑπὲρ τούτου τοῦ ῥάκους.