11
οὐκοῦν οὐδέποτε αὐτοὺς οὐδὲν ἀφείλετο ἡ τύχη τοὺς γε ἅπαξ κτησαμένους τῶν οὕτως ἀποκειμένων. οὗτοι γάρ εἰσι θησαυροὶ βέβαιοι καὶ πᾶσι φανεροὶ τῶν αὐτομάτως περιγιγνομένων. ἐὰν δέ τις λαβὼν ῥίψῃ ἢ καὶ νὴ Δία κακῶς θῇ, θύραις καὶ κλεισὶ πιστεύων, οὐκέτ’ οἶμαι δι’ ἐκείνην ἀπόλλυνται.
12
σφόδρα δὲ καὶ τοῦτο ἄτοπον· πρὸς γὰρ τῷ πολλὰ βλασφημεῖν διὰ λόγων κατὰ τῆς τύχης ἔτι καὶ πλάσται καὶ γραφεῖς αὐτὴν λοιδοροῦσιν, οἱ μὲν ὡς μαινομένην καὶ διαρρίπτουσαν γράφοντες, οἱ δὲ ἐπὶ σφαίρας βεβηκυῖαν, ὡς οὐκ ἀσφαλῶς οὐδὲ ἀκινδύνως ἐρηρεισμένην, δέον ἡμᾶς αὐτοὺς τοιούτους πλάττειν καὶ γράφειν τοὺς ἐμπλήκτως καὶ κακῶς πᾶσι χρωμένους καὶ μὰ Δία γε οὐκ ἐπὶ σφαίρας, ἀλλ̓ ἐπ’ ἀνοίας ἑστηκότας, καὶ μὴ μάτην τῇ τύχῃ μέμφεσθαι.
13
περὶ πάντων μέν, ὡς εἰπεῖν, οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ὀρθῶς ὑπολαμβάνουσι, μάλιστα δὲ τὴν ὑπὲρ τῆς τύχης δόξαν ψευδῆ καὶ πεπλανημένην ἔχουσιν. φασὶ γὰρ αὐτὴν διδόναι μὲν τοῖς ἀνθρώποις τἀγαθά, ῥᾳδίως δὲ ἀφαιρεῖσθαι· καὶ διὰ τοῦτο ὡς ἄπιστον βλασφημοῦσι καὶ φθονεράν. ἐγὼ δὲ οὐ διδόναι φημὶ τὴν τύχην τούτων οὐδέν, ὧν οἱ πολλοὶ νομίζουσιν.