4
ὥσπερ οὖν τοῖς τὸ σῶμα φαύλως διακειμένοις βέλτιον καθ’ αὑτοὺς ἀποδύεσθαι καὶ μηδέποτε εἰς τὸ κοινόν, ὅπως μηδένα ἔχωσι τῆς περὶ τοῦτο αἰσχύνης μάρτυρα· τὸν αὐτὸν οἶμαι τρόπον, οἷς συμβέβηκε τὴν ψυχὴν ἀγεννῆ καὶ μοχθηρὰν ὑπάρχειν, λυσιτελὲς ἂν εἴη δήπου ἐν ἀγνοίᾳ τοῦ βίου καὶ σκότει τῆς τύχης διατελεῖν. — ἀδίκως γάρ μοι δοκοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων τῆς τύχης κατηγορεῖν, ὡς οὐδὲν ἐχούσης βέβαιον οὐδὲ πιστόν, ἀλλὰ ταχὺ δὴ μάλα, οἷς ἂν παρῇ, τούτους καταλειπούσης καὶ μεθισταμένης πρὸς ἑτέρους.
5
εἰ μὲν γὰρ καλῶς ἦν ἰδεῖν χρωμένους ὡς τὸ πολὺ τοῖς παρ’ αὐτῆς ἀγαθοῖς τοὺς λαμβάνοντας καὶ μὴ τοὐναντίον εὐθὺς ὕβρεως καὶ μισανθρωπίας καὶ θρασύτητος ἐμπιμπλαμένους, οὐκ ἂν ὀρθῶς ἐποίει μὴ τοῖς αὐτοῖς παραμένουσα· νῦν δὲ οἶμαι προαιρεῖται μὲν εὐεργετεῖν ἕκαστον ὡς χρηστὸν καὶ τῶν παρ’ αὐτῆς δωρεῶν ἄξιον, ἐπειδὰν δὲ φαῦλον αἴσθηται καὶ ταπεινόν, καταισχύνοντα τὴν εὔνοιαν τὴν παρ’ αὐτῆς, εἰκότως ἀφίσταται καὶ ζητεῖ πάλιν ἄλλον, ἐὰν ἄρα ἐπιεικέστερον εὑρεῖν δύνηται.