25
διόπερ μοι δοκοῦσιν οἱ ἄνθρωποι τὰ μεγάλα πάντα τῶν πραγμάτων ἐπιτρέπειν τῇ τύχῃ, κληρωτὰς τὰς ἀρχὰς καὶ στρατηγίας ποιούμενοι· καὶ ἀδελφοὶ κτῆσιν αὑτῶν οὕτως διανέμονται. ἔδει δὲ ἄρα καὶ τὸν Πολυνείκην, εἴπερ καλῶς ἐβουλεύετο, κλήρῳ πρὸς τὸν ἀδελφὸν περὶ τῆς βασιλείας λαχεῖν· νυνὶ δὲ αὐτός τε ἀπέθανε καὶ τὸν ἀδελφὸν προσαπώλεσεν, ἡλικίᾳ τὸ πρᾶγμα ἐπιτρέψας, οὐ τύχῃ.
26
κλήρῳ νῦν πεπάλαχθε διαμπερές, ὅς κε λάχῃσιν. οὗτος γάρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς· καὶ ὤνησε λαχών· ὁ δὲ Ἕκτωρ ἡττήθη γνώμῃ πιστεύσας, οὐ τύχῃ. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. θησαυροὶ μὲν εἰς ἀνθρώπους οὗτοι παρὰ θεοῖς· ταμιεύει δὲ αὐτῶν πρὸς τὸ ἐπιβάλλον ἡ τύχη καὶ ῥήτορι καὶ στρατηγῷ καὶ πένητι καὶ πλουσίῳ καὶ πρεσβύτῃ καὶ νέῳ.
27
Κροίσῳ δίδωσι χρυσόν, Κανδαύλῃ γυναῖκα, Πηλεῖ ξίφος, Νέστορι ἀσπίδα, Πτερέλᾳ κόμην χρυσῆν, Νίσῳ πλόκαμον πορφυροῦν, Ἀλκιβιάδῃ κάλλος, Σωκράτει δὲ φρόνησιν, Ἀριστείδῃ δικαιοσύνην, Λακεδαιμονίοις γῆν, Ἀθηναίοις θάλατταν. εἶτα ἐν μέρει τούτων μὲν ἀφείλετο, ἄλλοις δὲ ἔδωκεν. καὶ οὐδέν μοι δοκεῖ ὁ βίος τῶν ἀνθρώπων πομπῆς διαφέρειν ἐν ταῖς ἡμερησίαις μεταβολαῖς.
(48)ΠΕΡΙ ΤΥΧΗΣ ΤΡΙΤΟΣ.