13
σεμνὴ μὲν γὰρ Εὔβοια ὡς ἀληθῶς· ἀλλὰ τίς ὑμῶν φέρειν ἠδύνατο γῆν τραχεῖαν κατοικῶν καὶ θαλάσσῃ στενῇ παροικῶν καὶ πολλὰς ἀνεχόμενος τῶν πραγμάτων μεταβολάς, τῶν ἐν τῷ ῥεύματι γιγνομένων πλείονας; νῦν Βοιωτοὺς ἔδει φέρειν καὶ τὴν Θηβαίων ἀναισθησίαν, εἶτα Ἀθηναίους, οὐκέτι ὡς παισὶν ὑμῖν, ἀλλ’ ὡς δούλοις χρωμένους. διὰ τοῦτο ἀγαγοῦσα ἐνθάδε ἵδρυσε, τῇ ἑτέρᾳ μὲν τῶν χειρῶν μηχανωμένη τε τὸν πλοῦν καὶ κατιθύνουσα, τῇ δὲ τοὺς καρποὺς ἀφθόνως διδοῦσά τε καὶ δωρουμένη. τὴν μὲν οὖν τῶν λοιπῶν γνώμην εἰκάσαι χαλεπόν ἐστιν.
14
ἐγὼ δέ, ὦ τύχη· πρὸς σὲ γὰρ δικαίως ἂν ἴσως ῥηθείη ὁ λόγος· εἴ μέ τις ὑψηλὸν ἄρας ἄγοι μετέωρον ἐπί τινων ἢ Πηγάσου νώτων ἢ Πέλοπος πτηνῶν ἁρμάτων ὑποτείνων τὴν γῆν ἅπασαν καὶ τὰς πόλεις, οὐκ ἂν τὴν Λυδῶν ἑλοίμην τρυφὴν οὔτ’ εὐτέλειαν τὴν Ἀττικὴν οὔτε πενίαν Λακωνικὴν οὔτε Κρότωνα· πένονται γάρ· οὔτε Σύβαριν, ὅτι οὐ πονοῦσιν, οὔτε Σκύθας, ὅτι οὐ γεωργοῦσιν, οὔτε Αἰγυπτίους, ὅτι ἄλλοις γεωργοῦσιν· καὶ Λιβύην, ὅθι τ’ ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν·
15
εὐτυχία ποιμένων. οὐ Θήβας Αἰγυπτίας, αἵθ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· ἱπποκόμων βίος καὶ πυλωρῶν. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. οὐκ ἀρκεῖ μοι βωμὸς θύειν οὐκ ἔχοντι, οὐκ ἀρκεῖ μοι φυτὰ τρέφειν με μὴ δυνάμενα. τρηχεἶ, ἀλλ’ ἀγαθὴ κουροτρόφος· οὔτε τραχεῖα αὕτη καὶ κουροτρόφος.