3
γῆν ὅτε ἂν καταλίπῃ τύχη, τότε καὶ σείεται καὶ τρέμει καὶ τὰ ἐπ’ αὐτῆς καλὰ διαρριπτεῖται· τοῦτο γῆς νόσημα, μὴ παρούσης τύχης. ὡς δὲ ναῦς εἰκῇ φέρεται καὶ ταχὺ βυθίζεται, κυβερνήτου στερομένη, καὶ ὡς τείχη κατέπεσε θεμελίων πονησάντων, οὕτω πόλις εἰς φθορὰν ὅλη χωρεῖ σπάνει τύχης. Ἀθῆναί ποτε εἰς ῥήτορας ἠδικήθησαν καὶ ἤγετο Δημοσθένης, οὐκέτι τῆς τύχης ἐπισκοπούσης τὰς Ἀθήνας. ἐμοὶ δὲ δοκεῖ καὶ οὐρανὸς τύχην ἔχειν, ὁπόταν αἰθρίαν ἔχῃ, μὴ σκότος.
4
ὁρᾶν δὲ χρὴ καὶ τὸ εὐμήχανον αὐτῆς. ἤδη γοῦν τις ἐκπεσὼν νεὼς ἐν πελάγει εὐπόρησε τοῦ ζῆν, ἐλθούσης τύχης. ἄξιον δὲ εἰπεῖν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης Ἀπελλῇ τῷ ζωγράφῳ. ὡς γὰρ λόγος, ἵππον οὐχὶ ἐξ ἐργασίας, ἀλλὰ ἐκ πολέμου ἐποίει. ὑψηλὸς ἦν τῷ αὐχένι καὶ ἐπανεστὼς καὶ τὰ ὦτα ὄρθιος καὶ δριμὺς τὰς ὄψεις, ὡς ἐκ πολέμου παρών, τὸν ἐκ τοῦ δρόμου θυμὸν ἐν ταῖς ὄψεσιν ἔχων, οἱ δὲ πόδες ὑπεφέροντο ἐν τῷ ἀέρι, μικρὰ ψαύοντες ἀνὰ μέρος τῆς γῆς. καὶ ὁ ἡνίοχος ἐκράτει τοῦ χαλινοῦ, τὸ πολεμικὸν σάλευμα τοῦ ἵππου ἀπὸ ῥυτῆρος ἄγων.