131
προσάγεται γὰρ εἰς εὔνοιαν τοὺς μὲν φιλοτίμους ἔπαινος, τοὺς δὲ ἡγεμονικοὺς τὸ ἀρχῆς μεταλαμβάνειν, τοὺς δὲ αὖ πολεμικοὺς τὸ πράττειν τι τῶν πολεμικῶν, τοὺς δὲ ἐπιμελεῖς τὸ πράγματα διοικεῖν·
132
τούς γε μὴν φιλοστόργους ἡ συνήθεια. τίς οὖν δύναται μᾶλλον ἄρχοντας ἀποδεικνύειν; τίς δὲ πλειόνων δεῖται τῶν ἐπιμελουμένων; τίς δὲ κύριος μειζόνων μεταδοῦναι πραγμάτων; τίνι δὲ μᾶλλον ἔξεστιν ἑτέρῳ πιστεύειν τὰ πρὸς πόλεμον; αἱ παρὰ τίνος δὲ τιμαὶ φανερώτεραι; ἡ παρὰ τίνι δὲ εὐδοξοτέρα τράπεζα; εἰ δὲ ὠνητὸν ὑπῆρχε φιλία, τίς εὐπορώτερος χρημάτων, ὥστε μηδένα ἔχειν τὸν ἀντιποιησόμενον;
112
καὶ οὐ μόνον οὐδὲν ἡγεῖται ποιεῖν ἄτοπον, ἀλλὰ καὶ ἀγάλλεται μᾶλλον μὲν ὑπὸ τῶν νεωτέρων ἀγαπώμενος ἢ οἱ γονεῖς, μᾶλλον δὲ ὑπὸ τῶν πρεσβυτέρων ἢ τοὺς παῖδας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν συνόντων ἢ τοὺς ἐξ ἴσου συνόντας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν ἀκοῇ μόνον ἀκουόντων ἢ οἱ σφόδρα ἐγγὺς ὄντες ἀγαπῶσι·
113
φιλοσυγγενέστατος δὲ ὢν καὶ φιλοικειότατος ἔσθʼ ὅπῃ μεῖζον ἀγαθὸν νενόμικε τὴν φιλίαν τῆς συγγενείας. ἄνευ μὲν γὰρ συγγενείας οἱ φίλοι χρήσιμοι, ἄνευ δὲ φιλίας οὐδὲ οἱ σφόδρα ἐγγὺς ὠφέλιμοι. τοσούτου δὲ ἀξίαν κρίνει τὴν φιλίαν, ὥστε οὐδένα ἡγεῖται τῶν πώποτε ἠδικῆσθαι ὑπὸ φίλου, ἀλλὰ τοῦτο δὴ ἓν τῶν λεγομένων ἀδυνάτων εἶναι ὥστε καὶ παθεῖν ὑπὸ φίλου κακῶς τῶν ἀδυνάτων εἶναι κέκρικεν.