13
καὶ νὴ Δία τὸν τρόπον ἑώρα τοῦ Ἀγαμέμνονος ὅτι οὐ βέβαιος ἀλλὰ ὑπερήφανος εἴη καὶ ὑβριστής, καὶ τί ποιήσει πρὸς αὑτὴν αἰχμάλωτον οὖσαν ἐλογίζετο παυσάμενος τῆς ἐπιθυμίας, ὅπου γε τῆς ἑαυτοῦ γυναικός, βασιλίδος τε οὔσης καὶ παῖδας ἐξ αὐτῆς πεποιημένος, οὕτως ὀλιγώρως ἐμνημόνευεν. αἱ μὲν γὰρ ἀνόητοι χαίρουσιν ἐπὶ τοῖς ἐρασταῖς, ὅταν φαίνωνται τὰς ἄλλας ἀτιμάζοντες· αἱ δὲ νοῦν ἔχουσαι τὴν φύσιν ὁρῶσι τοῦ ταῦτα ποιοῦντος ἢ λέγοντος.
14
ἅμα δὲ καὶ πρὸς αὑτὴν ᾐσθάνετο αὐτὸν ὑβριστικῶς ἔχειν, καὶ ταῦτα ὅτε μάλιστα ἤρα. τὸ γὰρ οὕτως ἀπελάσαι τὸν Χρύσην πατέρα τῆς ἐρωμένης καὶ μὴ φείσασθαι δι’ αὐτὴν καὶ οὐχ ὅπως παραμυθήσασθαι τὸν πρεσβύτην εἰπόντα ὡς οὐδὲν αὐτοῦ τῇ θυγατρὶ δεινὸν εἴη, τοὐναντίον δὲ μὴ μόνον ἐκείνῳ ἀπειλεῖν, ἀλλὰ καὶ τὴν Χρυσηίδα ἀτιμάζειν λέγοντα, τὴν δ’ ἐγὼ οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν, πόσης τινὸς ὑπερηφανίας; τί γὰρ ἂν ὕστερον ἐποίησεν, ὅτε ἐρῶν οὕτως ὑπὲρ αὐτῆς διαλέγεται; ταῦτα οὖν φυλάξασθαι καὶ προϊδεῖν οὐδαμῶς φαύλης γυναικός.