3
Δ. Οὔ. ἢ σοὶ δοκεῖ πιθανὸν εἶναι, ἐν ὄψει Ἡρακλέους τόξα ἔχοντος καὶ πεπειραμένον αὐτοῦ τῆς ἀρετῆς πρότερον, ἡνίκα μόνος τῶν Κενταύρων αὐτὸς διέφυγε παρὰ τοῦ Φόλου μηδὲν ἐκείνων τοιοῦτον ἀδικησάντων αὐτόν, ἐπιχειρεῖν συγγενέσθαι αὐτοῦ τῇ γυναικί; — Ἔχει μέν τινα ἀπορίαν τὸ τοιοῦτο· ἀλλὰ μὴ τοῦτο κινοῦντες καθόλου τὸν μῦθον ἀναιρῶμεν. — Δ. Οὐδαμῶς, ἄνπερ λογιζώμεθα ὡς ἐγένετο καὶ εἰκὸς ἦν γενέσθαι τὸ πρᾶγμα. — Οὕτω δὴ λέγοις. —
4
Δ. Ὁ Νέσσος τὴν Δηιάνειραν εὐθὺς διακομίζων καὶ ἐν τῷ περᾶν ἐπεχείρει διαφθείρειν τοῦτον τὸν τρόπον, οὐχ ὅν φασι βιαζόμενος, ἀλλὰ λόγους ἐπιτηδείους λέγων πρὸς αὐτὴν καὶ διδάσκων ὅπως κρατήσει τοῦ Ἡρακλέους, λέγων ὅτι νῦν μὲν ἄγριός ἐστι καὶ χαλεπὸς καὶ ὀλίγον τινὰ χρόνον αὐτῇ συνέσται καὶ τοῦτον δυσκόλως διὰ τοὺς ἄθλους καὶ τὰς ἀποδημίας καὶ τὸν βίον, ὃν προῄρηται. ἐὰν δ᾽, ἔφη, σὺ πείσῃς αὐτὸν τὰ μὲν θεραπείᾳ, τὰ δὲ λόγοις, τῆς μὲν ταλαιπωρίας ταύτης καὶ τῶν πόνων ἐπανεῖναι, ζῆν δὲ ῥᾳθύμως καὶ ἡδέως, σοί τε πολὺ πρᾳότερος ἔσται καὶ ἄμεινον βιώσεται καί σοι τὸν λοιπὸν ἤδη συνέσται χρόνον οἴκοι μένων.