(43)ΝΕΣΣΟΣ Η ΔΗΙΑΝΕΙΡΑ.
1
Ἔχεις μοι λῦσαι ταύτην τὴν ἀπορίαν, πότερον δικαίως ἐγκαλοῦσιν οἱ μὲν τῷ Ἀρχιλόχῳ, οἱ δὲ τῷ Σοφοκλεῖ περὶ τῶν κατὰ τὸν Νέσσον καὶ τὴν Δηιάνειραν ἢ οὔ; φασὶ γὰρ οἱ μὲν τὸν Ἀρχίλοχον ληρεῖν, ποιοῦντα τὴν Δηιάνειραν ἐν τῷ βιάζεσθαι ὑπὸ τοῦ Κενταύρου πρὸς τὸν Ἡρακλέα ῥαψῳδοῦσαν, ἀναμιμνῄσκουσαν τῆς τοῦ Ἀχελῴου μνηστείας καὶ τῶν τότε γενομένων· ὥστε πολλὴν σχολὴν εἶναι τῷ Νέσσῳ ὅ,τι ἐβούλετο πρᾶξαι· οἱ δὲ τὸν Σοφοκλέα πρὸ τοῦ καιροῦ πεποιηκέναι τὴν τοξείαν, διαβαινόντων αὐτῶν ἔτι τὸν ποταμόν· οὕτως γὰρ ἂν καὶ τὴν Δηιάνειραν ἀπολέσθαι, ἀφέντος τοῦ Κενταύρου. ἀλλὰ μή, καθάπερ εἴωθας, πολὺ παρὰ τὴν δόξαν λέγε καὶ πάντα μᾶλλον ἢ ὅ τις ἂν οἰηθείη. —
2
Δ. Ἆρ’ οὖν κελεύεις με ταῦτά σοι λέγειν ἅ τις ἂν οἰηθείη ὀρθῶς οἰόμενος ἢ ἅ τις ἂν καὶ μὴ ὀρθῶς; — Ἐγὼ μὲν ἃ ἄν τις ὀρθῶς οἰόμενος. — Δ. Τί οὖν ἃ οἱ πολλοὶ ἄνθρωποι δοξάζουσιν; ἆρά γε ἀνάγκη τὸν βουλόμενον ὀρθῶς ἐξηγεῖσθαι παρὰ τὴν δόξαν τῶν πολλῶν λέγειν; — Ἀνάγκη. — Δ. Μὴ οὖν δυσκόλως ἀκολουθήσῃς, ἐὰν τοιοῦτον ῃ τὸ λεγόμενον· σκόπει δέ, εἰ μὴ δεόντως λέγεται. — Λέγε τοίνυν καὶ ἐξηγοῦ, ὅπως σοι δοκεῖ. — Δ. Οὐκοῦν λέγω τὸ νῦν σοι ὅτι ὅλον τὸ ἀγνόημά ἐστι περὶ τὸν μῦθον τὸ ἐπιχειρεῖν τὸν Κένταυρον συγγενέσθαι τῇ Δηιανείρᾳ. — Οὐ γὰρ ἐπεχείρησεν; —