2
ἆρα μὴ ἀλαζόνα πεποίηκε τὸν Νέστορα λέγοντα περὶ τοῦ Πειρίθου καὶ Δρύαντος καὶ τῶν ἄλλων ὅτι θαυμαστοί τε φύσει ὄντες καὶ πολὺ κρείττους ἐκείνων προσεδέοντο τῆς αὐτοῦ διανοίας, καὶ ἧκε μετάπεμπτος εἰς Θετταλίαν ἐκ Πύλου δεομένων ξυνεῖναι καὶ διαλέγεσθαι αὐτῷ; ἔτι γὰρ εἰπὼν ὅτι κράτιστοι ἀνθρώπων ἦσαν, ὡς μέγα τι μαρτυρεῖν ἔοικεν αὐτοῖς τὸ ξυνιέναι τῆς αὑτοῦ γνώμης καὶ πείθεσθαι τοῖς λόγοις. ἢ τοῦτο μὲν σχεδὸν οὗ ἕνεκά φαμεν· πᾶσι τοῖς ὀρθῶς λέγουσιν οὐδέποτε οὐδεὶς ἀπειθεῖ τῶν ξυνιέντων· ἀλλ’ ἔστιν ἡ ἀπείθεια ταὐτὸν ἀξυνεσίᾳ;
3
φέρε δὴ καὶ τἄλλα σκεψώμεθα, πότερον ὀρθῶς εἴρηκεν ἢ δι’ ἀλαζονείαν. οὐκοῦν οἱ ἀνόητοι πάντες καταφρονοῦσι τῶν ἀδόξων ἀνθρώπων καὶ οὐδὲν προσέχουσι τούτοις, οὐδ’ ἂν τύχωσι τὰ ἄριστα συμβουλεύοντες· οὓς δ’ ἂν ἴδωσι τιμωμένους ὑπὸ τοῦ πλήθους ἢ τῶν μέγιστα δυναμένων, οὐκ ἀπαξιοῦσι πείθεσθαι αὐτοῖς. ἑνὸς μὲν οὖν τούτου χάριν ὁ Νέστωρ συνίστησιν αὑτόν, ὅτι πολλοὺς καὶ δυνατοὺς πρότερον ἠδυνήθη πεῖσαι καὶ ὅτι ἐκεῖνοι κατὰ τὴν αὐτῶν ἀφροσύνην καὶ ἀναισθησίαν ἀπειθήσουσιν, ἂν ἀπειθῶσιν, οὐχ ὡς ἀδυνάτου ὄντος αὐτοῦ συμβουλεῦσαι περὶ τῶν μεγίστων.