1
Δ. Πότερα βούλει περὶ Ἀγαμέμνονος ἀκούειν φρονίμους λόγους, ἀφ’ ὧν ἔστιν ὠφεληθῆναι τὴν διάνοιαν, ἢ λυπεῖ σε Ἀγαμέμνων ὁ Ἀτρέως ὀνομαζόμενος ἐν τοῖς λόγοις; — Οὐδ’ εἰ περὶ Ἀδράστου τοῦ Ταλαοῦ λέγοις ἢ Ταντάλου ἢ Πέλοπος, ἀχθοίμην ἄν, εἰ μέλλω βελτίων ἔσεσθαι. — Δ. Καὶ μὴν ἀνεμνήσθην ἔναγχος λόγων τινῶν, οἷς λέγοιμ’ ἄν, εἴ μοι ἐρωτῶντι ἐθέλοις ἀποκρίνασθαι. —
2
Λέγε ὡς ἀποκρινουμένου. — Δ. Εἰσί τινες ἀνθρώπων ἄρχοντες; ὥσπερ ἕτεροι μὲν αἰγῶν, ἕτεροι δὲ ὑῶν, οἱ δέ τινες ἵππων, οἱ δὲ καὶ βοῶν, ξύμπαντες οὗτοι οἱ καλούμενοι κοινῇ ποιμένες· ἢ οὐκ ἀνέγνωκας τοῦτο τὸ ἔπος Κρατίνου· ποιμὴν καθέστηκ̓, αἰπολῶ καὶ βουκολῶ; — Οὐκ ἂν ἔχοιμί σοι εἰπεῖν, εἰ ποιμένας ἄμεινον ὀνομάζειν σύμπαντας τοὺς τῶν ζῴων νομέας. — Δ. Οὐ μόνον γε τῶν ἀλόγων, ὦ ἄριστε, ἀλλὰ καὶ ἀνθρώπων, εἴ τι χρὴ Ὁμήρῳ πείθεσθαι περὶ τούτων. ἀλλὰ τί οὐκ ἀπεκρίνω τὸ ἐξ ἀρχῆς ἐρώτημα; — Τὸ ποῖον; —
3
Δ. Εἰπέ, εἰσί τινες ἀνθρώπων ἄρχοντες; — Πῶς γὰρ οὐκ εἰσί; — Δ. Τίνες οὗτοι; τίνας αὐτοὺς ἐπονομάζεις; λέγω δὲ οὐ τοὺς ἐν πολέμῳ στρατιωτῶν ἄρχοντας, (στρατηγοὺς γὰρ ὀνομάζειν εἰώθαμεν τοὺς ἁπάσης τῆς στρατιᾶς ἡγεμόνας· ὥσπερ γε καὶ κατὰ μέρος ὁ μὲν λόχου ἄρχων καλεῖται λοχαγός, ὁ δὲ τάξεως ταξίαρχος, ὁ δὲ τοῦ ναυτικοῦ ναύαρχος, ὁ δὲ μιᾶς τριήρους τριήραρχος· καὶ ἄλλοι εἰσὶν οὕτως καλούμενοι πλείους ἐν τοῖς πολέμοις ἄρχοντες κατ’ ὀλίγους, ὅτι πλείστης προνοίας τότε καὶ ἡγεμονίας οἱ ἄνθρωποι δέονται)