10
Δ. Εἴπερ γε, ὦ μακάριε, καὶ τὴν Ἀρχιλόχου ἀλώπεκα τοῖς λέουσι καὶ ταῖς παρδάλεσι παραβάλλομεν καὶ οὐδὲν ἢ μὴ πολὺ ἀποδεῖν φαμεν. ἀλλὰ γὰρ ἴσως καὶ τῶν Ὁμήρου τὰ τοιαῦτα ἀποδοκιμάζεις, ὅπου μέμνηται ψαρῶν ἢ κολοιῶν ἢ ἀκρίδων ἢ δαλοῦ ἢ τέφρας ἢ κυάμων τε καὶ ἐρεβίνθων ἢ λικμῶντας ἀνθρώπους πεποίηκεν, ἀλλὰ ταῦτά σοι δοκεῖ τὰ φαυλότατα εἶναι τῶν Ὁμήρου·
11
μόνους δὲ θαυμάζεις τοὺς λέοντας καὶ τοὺς ἀετοὺς καὶ τὰς Σκύλλας καὶ τοὺς Κύκλωπας, οἷς ἐκεῖνος ἐκήλει τοὺς ἀναισθήτους, ὥσπερ αἱ τίτθαι τὰ παιδία διηγούμεναι τὴν Λάμιαν. καὶ μὴν ὥσπερ Ὅμηρος διά τε μύθων καὶ ἱστορίας ἐπεχείρησε τοὺς ἀνθρώπους παιδεύειν, σφόδρα ἐργώδεις ὄντας παιδευθῆναι, καὶ Σωκράτης πολλάκις ἐχρῆτο τῷ τοιούτῳ, ποτὲ μὲν σπουδάζειν ὁμολογῶν, ποτὲ δὲ παίζειν προσποιούμενος, τούτου ἕνεκεν ἀνθρώπους ὠφέλει· ἴσως δὲ προσέκρουσε τοῖς μυθολόγοις καὶ τοῖς συγγραφεῦσιν.
12
οὐ τοίνυν οὐδὲ τοὺς περὶ Γοργίαν ἢ Πῶλον ἢ Θρασύμαχον ἢ Πρόδικον ἢ Μένωνα ἢ Εὐθύφρονα ἢ Ἄνυτον ἢ Ἀλκιβιάδην ἢ Λάχητα μάτην ἐποίει λέγοντας, ἐξὸν ἀφελεῖν τὰ ὀνόματα· ἀλλὰ ᾔδει τούτῳ καὶ μάλιστα ὀνήσων τοὺς ἀκούοντας, εἴ πως ξυνεῖν· ἀπὸ γὰρ τῶν λόγων τοὺς ἀνθρώπους καὶ ἀπὸ τῶν ἀνθρώπων τοὺς λόγους ξυνορᾶν οὐ ῥᾴδιον ἄλλοις ἢ τοῖς φιλοσόφοις καὶ τοῖς πεπαιδευμένοις. οἱ δὲ πολλοὶ μάτην οἴονται τὰ τοιαῦτα λέγεσθαι καὶ ὄχλον ἄλλως καὶ φλυαρίαν ἡγοῦνται.