1
Ἀναστὰς σχεδόν τι περὶ πρώτην ὥραν τῆς ἡμέρας καὶ διὰ τὴν ἀρρωστίαν τοῦ σώματος καὶ διὰ τὸν ἀέρα ψυχρότερον ὄντα διὰ τὴν ἕω καὶ μάλιστα μετοπώρῳ προσεοικότα καίτοι μεσοῦντος θέρους, ἐπεμελήθην ἐμαυτοῦ καὶ προσηυξάμην. ἔπειτα ἀνέβην ἐπὶ τὸ ζεῦγος καὶ περιῆλθον ἐν τῷ ἱπποδρόμῳ πολλούς τινας κύκλους, πρᾴως τε καὶ ἀλύπως ὡς οἷόν τε ὑπάγοντος τοῦ ζεύγους. καὶ μετὰ ταῦτα περιπατήσας ἀνεπαυσάμην μικρόν τινα χρόνον. ἔπειτα ἀλειψάμενος καὶ λουσάμενος καὶ μικρὸν ἐμφαγὼν ἐνέτυχον τραγῳδίαις τισίν.
2
σχεδὸν δὲ ἦσαν ἄκρων ἀνδρῶν, Αἰσχύλου καὶ Σοφοκλέους καὶ Εὐριπίδου, πάντων περὶ τὴν αὐτὴν ὑπόθεσιν. ἦν γὰρ ἡ τῶν Φιλοκτήτου τόξων εἴτε κλοπὴ εἴτε ἁρπαγὴν δεῖ λέγειν· πλὴν ἀφαιρούμενός γε τῶν ὅπλων ἦν Φιλοκτήτης ὑπὸ τοῦ Ὀδυσσέως καὶ αὐτὸς εἰς τὴν Τροίαν ἀναγόμενος, τὸ μὲν πλέον ἑκών, τὸ δέ τι καὶ πειθοῖ ἀναγκαίᾳ, ἐπειδὴ τῶν ὅπλων ἐστέρητο, ἃ τοῦτο μὲν βίον αὐτῷ παρεῖχεν ἐν τῇ νήσῳ, τοῦτο δὲ θάρσος ἐν τῇ τοιαύτῃ νόσῳ, ἅμα δὲ εὔκλειαν.
3
οὐκοῦν εὐωχούμην τῆς θέας καὶ ἐλογιζόμην πρὸς ἐμαυτὸν ὅτι τότε Ἀθήνησιν ὢν οὐχ οἷός τ̓ ἂν ἦν μετασχεῖν τῶν ἀνδρῶν ἐκείνων ἀνταγωνιζομένων, ἀλλὰ Σοφοκλέους μὲν πρὸς Αἰσχύλον νέου πρὸς γέροντα, καὶ πρὸς Εὐριπίδην πρεσβυτέρου πρὸς νεώτερον ἀγωνιζομένου μετέσχον τινές· Εὐριπίδης δ’ ἀπελείφθη κατὰ τὴν ἡλικίαν Αἰσχύλου· καὶ ἅμα οὐ πολλάκις ἴσως ἢ οὐδέποτε τῷ αὐτῷ δράματι ἀντηγωνίσαντο. αὐτὸς δὲ ἐφαινόμην ἐμαυτῷ πάνυ τρυφᾶν καὶ τῆς ἀσθενείας παραμυθίαν καινὴν ἔχειν.