6
τίνος γενομένου, φήσει τις, καὶ τίνα τῶν ἀνδρῶν πεῖραν εἰληφὼς οὕτως ὑπερδιατείνῃ; ἴσως ἐπίπνοιά τις μοι γέγονεν αὐτόματος καὶ φορὰ τῆς ψυχῆς τοιαύτη πρὸς ὑμᾶς· ἐκεῖνο δ’ οὖν ἐπίστασθε σαφῶς ὅτι οὔτε δῆμον οὔτε βουλὴν οὔτε ἄνδρα σατράπην ἢ δυνάστην ἢ τύραννον στέργειν ἢ θεραπεύειν τοῖς λόγοις ἐγὼ δύναμαι, μὴ παρ’ ἐμαυτῷ πρότερον αὐτὸν ἐπαινέσας καὶ τὸ τῆς ψυχῆς ἦθος ἀποδεξάμενος. ὑμᾶς δὲ ὁρῶ σχεδὸν ὁσάκις ὑμῶν γέγονε πεῖρα τῆς διανοίας μηδὲν πώποτε ἄδικον μηδὲ ἀμφίβολον μηδὲ ταπεινὸν μηδὲ εὐμετάβολον μηδὲ ἀναίσθητον ἢ θορύβων ἢ πραγμάτων ἐπιδεδειγμένους·
7
ὥστε εἴποιμ’ ἂν θαρρῶν, ἔχετε μὲν προστάτας χρηστούς, οὐδένα δὲ ἄξιον ἑαυτῶν, ἀλλ’ οὐδὲ τῶν πρότερον ἢ τὸν ἐμὸν πατέρα ἢ πάππον οὐδὲ τοὺς τῶν ἄλλων, πάντας ἀγαθοὺς καὶ τιμῆς ἀξίους. καὶ μηδείς με νομίσῃ λέγειν ἐμαυτὸν εἰσποιοῦντα τῷ προΐστασθαι τῆς βουλῆς· ἐγὼ μὲν γὰρ ἄπειμι διὰ πολλὰς αἰτίας ʽκαὶ πιστεύσατε ὡς νῦν γοῦν ἀληθῶς λέγὠ καὶ ἴσως οὐκ ἐμαυτοῦ χάριν ὠφελείας ἢ τρυφῆς τινος· ἣν δὲ εἶχον ἀποκρύψασθαι γνώμην οὐκ ἐδυνάμην.