13
καίτοι μεγάλη καὶ πολυάνθρωπος πόλις στασιάζουσα καὶ κακῶς φρονοῦσα δύναται χρόνον τινὰ ἐνεγκεῖν τὴν δυστυχίαν· ἀλλ’ ὅμως καὶ ταῦτα ὁρᾶτε ὁποῖά ἐστιν. οὐ κατηγοροῦσιν ἀλλήλων, οὐκ ἐξελαύνουσιν, οὐ τοὺς μὲν εἰς τὴν βουλὴν εἰσάγουσιν καὶ ἑτέρους ἐξάγουσιν; οὐχ ὥσπερ ἐν σεισμῷ πάντα κινεῖται καὶ πάντα μετέωρά ἐστι καὶ οὐθὲν βέβαιον; οὐκ εἰς τοῦτο ἥκουσιν ὥστε μὴ ἀρκεῖσθαι τοῖς αὑτῶν ἡγεμόσιν, ἀλλ̓ ὥσπερ ἐν τοῖς ἀνιάτοις νοσήμασι, δέονται ξένων ἰατρῶν, καὶ τοῦτο δὴ τὸ τῶν χαλεπῶν ἵππων γιγνόμενόν ἐστιν· ὅταν ὁ χαλινὸς μὴ κατισχύῃ, ψάλιον αὐτοῖς ἔξωθεν ἐμβάλλεται. ἐμοὶ δὲ μέλει μὲν καὶ τοῦ καθ’ ὑμᾶς, μέλει δὲ καὶ τοῦ κατ’ ἐμαυτόν.
14
εἰ γὰρ φιλόσοφος πολιτείας ἁψάμενος οὐκ ἐδυνήθη παρέχειν ὁμονοοῦσαν πόλιν, τοῦτο δεινὸν ἤδη καὶ ἄφυκτον, ὥσπερ εἰ ναυπηγὸς ἐν νηὶ πλέων μὴ παρέχοι τὴν ναῦν πλέουσαν, καὶ εἰ κυβερνήτης φάσκων εἶναι πρὸς αὐτὸ τὸ κῦμα ἀποκλίνοι, ἢ λαβὼν οἰκίαν οἰκοδόμος, ὁρῶν πίπτουσαν, ὁ δὲ τούτου μὲν ἀμελοῖ, κονιῶν δὲ καὶ χρίων οἴοιτό τι ποιεῖν. εἴ μοι προέκειτο νῦν ὑπὲρ ὁμονοίας λέγειν, εἶπον ἂν πολλὰ καὶ περὶ τῶν ἀνθρωπίνων καὶ περὶ τῶν οὐρανίων παθημάτων· ὅτι τὰ θεῖα ταῦτα καὶ μεγάλα ὁμονοίας τυγχάνει δεόμενα καὶ φιλίας· εἰ δὲ μή, κίνδυνος ἀπολέσθαι καὶ φθαρῆναι τῷ καλῷ τούτῳ δημιουργήματι τῷ κόσμῳ.