11
ἀλλ’ ἴσως ἐδυσχεράνατε ὅτι οὐκ ἐγένετο τὸ ἔργον. γίγνεται καὶ σφόδρα ἔσται ταχέως, μάλιστα τούτων προθυμουμένων καὶ σπουδαζόντων, ἐὰν ἑκοντὶ διδῶσιν· οὐδὲ γὰρ ἄκοντες ὑμῖν ὑπέσχοντο. διὰ τί δὲ παρὰ τούτων μὲν ἀπαιτεῖτε, παρ’ ἐμοῦ δὲ οὐκ ἀπαιτεῖτε; ὅτι δοκῶ παρεσχηκέναι ὑμῖν; ἔπειτα οἴεσθέ με τοῦτο ἐμποιεῖν, εἰ τὴν ἐμαυτοῦ πατρίδα τιμιωτέραν ἐποίησα, χρημάτων τινὰ ἀφορμὴν παρασχών ὥσπερ ἀπὸ τῶν βουλευτικῶν καὶ νὴ Δία ἀπὸ τῶν προσόδων ηὐξημένων διὰ τὴν διοίκησιν; ἀλλὰ ταῦτα μὲν ὅμοιά ἐστιν ὥσπερ ἂν εἰ ηὐξάμην ὑπὲρ ὑμῶν, οἱ θεοὶ δὲ ἐποίησαν. κἂν πάλιν δυνηθῶ, ποιήσω πάλιν ʽδυνήσομαι δὲ μεθ’ ὑμῶν, φίλους ἔχων τοὺς ἐνθάδἐ καὶ οὐδὲν ὑμῖν λογιοῦμαι τῶν τοιούτων.
12
οὐδὲ γὰρ οἱ γονεῖς τοῖς τέκνοις ἀντὶ τῶν ἀναλωμάτων τὰς εὐχὰς λογίζονται. οἴεσθε ὅτι περὶ στοᾶς ἦν ἂν ἐμοὶ λόγος ἤ ἄλλου τινός, εἰ ἑώρων ὑμᾶς διαφερομένους; ἀλλὰ τοῦτό γε ὅμοιον ἦν ὥσπερ ἂν εἴ τις ἄνθρωπον νοσοῦντα καὶ φρενίτιδι ἐχόμενον, δέον οἶμαι καταπλάσαι κατακλίναντα, ὁ δὲ ἀλείφοι μύρῳ καὶ προσφέροι στέφανον· ταῦτα ἐκ περιουσίας ἐστὶ τοῖς ὑγιαίνουσι, τοῖς μηδὲν ἔχουσι κακόν. οὐκ οἴεσθε τοὺς Ἀθηναίους, ὅτ’ ἐστασίαζον καὶ τοὺς πολεμίους ἐπήγοντο καὶ προεδίδοσαν ἀλλήλους οἱ ταλαίπωροι, καὶ τὰ Προπύλαια ἔχειν καὶ τὸν Παρθενῶνα καὶ τὰς στοὰς καὶ τὸν Πειραιᾶ; ἀλλὰ οἰμώζουσιν αὐτοῖς μεῖζον ἐπήχει τὰ Προπύλαια καὶ τὰ νεώρια καὶ ὁ Πειραιεὺς αὐτός.