22
οὐκοῦν μόνῳ ἔξεστιν αὐτῷ τοὺς μὲν στρατιώτας συστρατιώτας προσειπεῖν, τοὺς δὲ συνήθεις φίλους, μὴ καταγελῶντα τοῦ ὀνόματος τῆς φιλίας· πατέρα δὲ τῶν πολιτῶν καὶ τῶν ἀρχομένων οὐ λόγῳ κεκλῆσθαι μόνον, ἀλλὰ τοῖς ἔργοις τοῦτο ἐπιδείκνυσθαι· δεσπότης δὲ οὐχὅπως τῶν ἐλευθέρων, ἀλλὰ μηδὲ τῶν δούλων χαίρει καλούμενος·
23
βασιλεύειν γὰρ οὐχ αὑτοῦ χάριν οἴεται μᾶλλον ἑνὸς ὄντος ἢ τῶν ἀνθρώπων ἁπάντων. καὶ τοίνυν εὐεργετῶν ἥδεται πλείω τῶν εὐεργετουμένων, καὶ μόνης ταύτης ἐστὶ τῆς ἡδονῆς ἀκόρεστος. τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας ἀναγκαῖα νενόμικεν, τὸ τῆς εὐεργεσίας μόνον ἑκούσιόν τε καὶ εὔδαιμον.
24
καὶ τῶν μὲν ἀγαθῶν ἀφειδέστατός ἐστιν, ὡς οὐδέποτε ἐπιλειψόντων, κακοῦ δὲ ἧττον αἴτιος γίγνεσθαι πέφυκεν ἤπερ ὁ ἥλιος τοῦ σκότους. ὃν οἱ μὲν ἰδόντες καὶ συγγενόμενοι οὐκ ἐθέλουσιν ἀπολιπεῖν, οἱ δὲ ἀκούοντες ἐπιθυμοῦσιν ἰδεῖν μᾶλλον ἢ παῖδες ἀγνοουμένους πατέρας ἀνευρεῖν.
25
τοῦτον οἱ μὲν πολέμιοι δεδοίκασι καὶ οὐδεὶς ὁμολογεῖ πολέμιος εἶναι, οἱ δὲ φίλοι θαρροῦσιν, καὶ οἱ σφόδρα ἐγγὺς ἡγοῦνται πάντων ἐν τῷ ἀσφαλεστάτῳ εἶναι. οὗ τἀναντία ὑπάρχει τῷ κακῷ, τοὺς μὲν ἐχθροὺς θαρρύνειν, τοὺς δὲ φίλους καὶ τοὺς ἐγγὺς ἐκπλήττειν καὶ φοβεῖν. τῷ γε μὴν ἡμέρῳ καὶ ἀβλαβεῖ τοὺς μὲν προσλιπαροῦντας μετὰ τοῦ πεποιθότος περιγίγνεται βιοῦν· τοὺς δὲ προσιόντας καὶ ὁρῶντας οὐκ ἔκπληξις οὐδὲ φόβος, ἀλλʼ αἰδὼς ὕπεισι, πολὺ κρεῖττον καὶ ἰσχυρότερον φόβου· τοὺς μὲν γὰρ φοβουμένους ἀνάγκη μισεῖν καὶ ἀποδρᾶναι θέλειν, τοὺς δὲ αἰδουμένους παραμένειν καὶ θαυμάζειν.