79
οὕτω δὲ πάνυ ἀσφαλῶς καὶ ἀραρότως τηρεῖ τοὺς ὅρους πρὸς τὸ ἡμῖν συμφέρον, ὥστε εἴτε προσιὼν ὀλίγον ἐγγυτέρω γένοιτο, πάντα ἂν συμφλέξειεν, εἴτε ἀπιὼν μικρὸν ὑπερβάλοι, πάντα ἂν ἀποψυγείη τῷ κρύει.
80
ἐπεὶ δὲ ἀσθενέστεροι φέρειν ἐσμὲν τὴν μεταβολὴν ἀθρόαν γιγνομένην, κατʼ ὀλίγον ταῦτα μηχανᾶται, καὶ τρόπον τινὰ λανθάνει συνεθίζων μὲν ἡμᾶς διὰ τοῦ ἦρος ὑπενεγκεῖντὸ θέρος, προγυμνάζων δὲ διὰ τοῦ μετοπώρου χειμῶνα ἀνέχεσθαι, ἐκ μὲν τοῦ χειμῶνος θάλπων κατʼ ὀλίγον, ἐκ δὲ τοῦ θέρους ἀναψύχων, ὥστε ἀλύπως ἀφικνεῖσθαι πρὸς ἑκατέραν τὴν ὑπερβολήν.
81
ἐπεὶ δὲ αὖ τὸ φῶς ὁρᾶσθαι μὲν ἥδιστον, πράττειν δὲ ἀδύνατον ὁτιοῦν χωρὶς αὐτοῦ, κοιμώμενοι δὲ πᾶσαν μὲν ἡσυχίαν ἄγομεν, οὐδὲν δὲ χρώμεθα τῷ φωτί, ὅσον μὲν ἱκανὸν ἐγρηγορέναι χρόνον, ἡμέραν ἐποίησεν, ὅσον δὲ κοιμᾶσθαι ἀναγκαῖον, νύκτα ἀπέδειξε, περὶ πᾶσαν ἰὼν γῆν, ἄλλοτε ἄλλους ἀναπαύων τε καὶ ἀνιστάς, ἀφιστάμενος μὲν ἀπὸ τῶν μηκέτι δεομένων φωτός, τοῖς δὲ ἀεὶ δεομένοις ἐπιφαινόμενος. καὶ ταῦτα μηχανώμενος διʼ αἰῶνος οὐδέποτε κάμνει.
82
ὅπου δὲ θεὸς ὁ πάντων κάλλιστος καὶ φανερώτατος οὐχ ὑπερορᾷ τὸν ἅπαντα χρόνον ἀνθρώπων ἐπιμελούμενος, ἦπού γε ἄνθρωπον θεοφιλῆ καὶ φρόνιμον χρὴ βαρύνεσθαι τὸ τοιοῦτον, ἀλλὰ μὴ καθʼ ὅσον οἶός τέ ἐστι μιμεῖσθαι τὴν ἐκείνου δύναμιν καὶ φιλανθρωπίαν;