4
καίτοι τὸν Ἡρακλέα αὐτὸν ἀκούομεν τῆς μὲν Αἰγύπτου κρατῆσαι καὶ τῆς Λιβύης, ἔτι δὲ τῶν περὶ τὸν Εὔξεινον Πόντον οἰκούντων καὶ Θρᾳκῶν καὶ Σκυθῶν, καὶ τὸ Ἴλιον ἑλεῖν μικρῷ στόλῳ παραβαλόντα καὶ πάντων ἄρξαντα τῶν ἐθνῶν τούτων καὶ καταστῆσαι βασιλέα αὑτόν· ὁπότε δὲ εἰς Ἄργος ἀφίκοιτο, τὴν Αὐγέου κόπρον μεταφέρειν ἢ τοὺς ὄφεις θηρᾶν ἢ τὰς ὄρνιθας διώκειν, ἵνα μὴ ἐνοχλῶσι τοὺς ἐν Στυμφάλῳ γεωργούς, ἢ ἄλλα τοιαῦτα ποιεῖν φαῦλα καὶ ταπεινὰ προσταττόμενον· τελευταῖον δὲ εἰς ᾅδου φασὶ πεμφθῆναι αὐτόν· οὕτω σφόδρα ἐπιεικῶς αὐτῷ χρῆσθαι τὸν πολίτην. τοὺς δὲ Ἀργείους καὶ Θηβαίους ἐπαινεῖν μὲν καὶ ἀγαπᾶν τὸν Ἡρακλέα, περιορᾶν δὲ ὑβριζόμενον.
5
ἅ μοι δοκεῖ διανοηθεὶς Ὅμηρος, οὐ μόνον ποιητὴς ἀγαθὸς ὤν, ἀλλὰ καὶ τῷ τρόπῳ φιλόσοφος, τὸν ἅπαντα ἀποδημεῖν χρόνον, ὥστε μηδένα γνῶναι τὴν πατρίδα αὐτοῦ, καὶ μᾶλλον, ὡς ἔοικεν, αἱρεῖσθαι πέντε καὶ εἴκοσι δραχμὰς προσαιτῶν λαμβάνειν, καὶ ταῦτα ὡς μαινόμενος, ἢ οἴκοι διάγειν. τοιγαροῦν ἅπαντες ὕστερον ἠμφεσβήτησαν ὑπὲρ αὐτοῦ. καὶ τὸ μὲν ἐκείνου ὄνομα παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις γιγνώσκεται, τὴν δὲ Ἴον οὐδὲ ἀκηκόασιν οἱ πολλοὶ σχεδόν, εἴπερ ἦν Ἰήτης, καὶ τῆς Χίου τῆς πόλεως οὐ πολύς ἐστι λόγος οὐδὲ Κολοφῶνος· καίτοι ποιητὴν οὐ χείρονα Ὁμήρου παρέχεται τὸν Ἀπόλλωνα. Πυθαγόρας δὲ ἐκ Σάμου μὲν ἔφυγεν ἑκὼν τυραννουμένης, παρὰ δὲ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, μάλιστα δὲ οἶμαι περὶ τὴν Ἰταλίαν ἐτιμᾶτο ὡς θεός.